PG 82, col. 53

ματικαῖς εὐφημίαις ἐπαίρων, καὶ τὸν περὶ τὸν
εὐεργέτην πόθον πυρσεύων. Χάρις ὑμῖν καὶ εὶρήνη
ἀπὸ Θεοῦ Πατρός ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χρι-
στοῦ. Ἐνταῦθα συμπεπλήριυιε τὴν τῆς ’Ἐπιστολῆς
προγραφὴν· Παῦλος γὰρ, φησὶ, δοῦλος Ἰησοῦ
Χριστοῦ πᾶσι τοῖς οὖσιν ἐν Ῥώμη ἀγαπητοῖς
Θεοῦ, κλητοῖς ἁγίοις, χάρις ὑμῖν καὶ εΙρήνη ἀπὸ
Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Tim: δὲ ἅπαντα μεταξὺ παρενέθηκε,διδάσκων τίνος
τε κήρυξ προῦέϐληται, καὶ ὁποῖα κηρύττειν προσ-
τέτακται, καὶ τίσι ταῦτα προσφέρειν ἀφώρισται.
Ἐπεύχεται δὲ αὐτοῖς, πρῶτον μὲν τοῦ Θεοῦ τὴν
χάριν · διὰ ταύτης γὰρ ἅπαντες σωτηρίας ἀπήλαυ-
σαν ol πιστεύσαντες. Εἶτα τὴν εἰρήνην, δι’ ἦς πᾶσαν
αένιττεται τῆς ἀρετῆς τὴν κατόρθωσιν. Εἰρηνεύει
γὰρ πρὸς Θεὸν ὁ τὴν εὐαγγελικὴν ἀσπαζόμενος πολι-
τείαν. 6 θεραπεύειν αὐτδν εἰς ἅπαντα προθυμού-
μενος. Τούτων δὲ τῶν δωρεῶν, οὒ τὸν Πατέρα
urb/ev, ἀλλὰ καὶ τὸν Υἱδν δείκνυσι χορηγόνδ Ἀπὸ
Θεοῦ γὰρ, φησὶ, Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ
Χριστοῦ. Δι’ ὧν ἡμᾶς ἐδίδαξεν ἄντικρυς [ἰατρὸς καὶ
Υἱοῦ τὴν ἰσότητα.
η’. Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ
Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι η πίστις
ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. Τοῦτο δὲ
οὗ θεραπεύων αὐτοὺς, ἀλλ’ ἀληθεύων 6 Ἀπόστολος
τέθεικεν, Οὔτε γὰρ οἷόν τε ἦν λαθεῖν τοὺς κατὰ τὴν
οξκουμένην τὰ ἐν τῇ Ῥώμῃ συμϐαίνοντα. Ἐν ἐκείνῃ
τὰρ εἶχον πάλαι Ῥωμαίων οἱ βασιλεῖς τὰ βασίλεια,
κάκεῖθεν οῗ τε τῶν ὲθνῶν ἄρχοντες ἐξεπέμποντο,
καὶ οἱ τὸν δασμὸν τὰς πόλεις εἰσπράττοντες. Καὶ
μέντοι καὶ εἰς ἐκείνην συνέτρεχον ἅπαντες οἱ βασι-
λικὰς ἐπαγγέλλοντες χάριτας. Καὶ διὰ τούτων
ἁπάντων κατεμηνύετο πανταχοῦ, ὼς καὶ ὴ Ῥωμαίων
πόλις τὴν κατὰ τὸν Χριστὸν διδασκαλίαν ἐδέξατο.
Μεγιστην δὲ τοῦτο τοῖς ἁκούουσιν ὠφέλειαν προύξένει.
Ὅθεν 6 θεῖος ’Δτιόστολης ὲπὶ τούτοις τὸν Δεσπότην
ἀνύμνησεν. Ἐπειδὴ δὲ κεχειροτονῆσθαι μὲν ἔφη τῶν
ἐθνῶν ἁπάντων διδάσκαλος,σνχνοῦ δὲ χρόνον διεληλυθό-
τος οὕτε αὐτὸς πρὸς αὐτοὺς ἀπελήλυθεν, οὔτε διὰ γραμ-
μάτων αὐτοὺς πρὸς τὴν ἀλήθειαν ὲποδήγησεν, ἀναγ-
καίως καὶ τὴν ἀπολογίαν προσφέρει, καὶ τὺν Δεσπότην
Θεὸν εις μαρτυρίαν τῆς περὶ αὐτοὺς καλεῖ διαθέσεως.
θ’, ι’.Μάρτυς γάρ μου ἐστὶν ὁ Θεὸς, ᾧ λατρεύω
ἐν τῷ πνεύματί μου, ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἰοῦ
αὑτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι.
Πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος, ει
πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ
Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Εῖδη λατρείας πολλά. Καὶ
γὰρ 6 προσευχόμενος θεῷ λατρεύει, καὶ 6 νηστείᾳ
χρώμενος, καὶ ὁ τοῖς θείοις προσέχων λογίοις ι’, καὶ
μέντοι καὶ 6 τῆς τῶν ξένων θεραπείας ἐπιμελού-
Ῑ Philipp. tv, 22.
⁸³ LEruuwnius : λόςιιις ΤιιίιιιιΙυίιιε ; sacris Litteris.
,ε

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.