PG 82, col. 52
σταυροῦ καὶ τοῦ πάθους. ὁ Δεσπότης Χριστὸς οὐ
μόνον τοῖς ἄλλοις Ἰουδαίοις, ἀλλὰ καὶ αὐτοῖς τοῖς
ἀποστόλοις οὐκ ἐδόκει εἶναι Θεός. Προσέπταιον γὰρ
τοῖς ἀνθρωπίνοις, ἐσθίοντά τε καὶ πίνοντα, καὶ καθ-
εύδοντα, καὶ κοπιῶντα θειῖιμενοι,καὶ οὐδὲ τά θαύματα
αὐτοὺς πρὸς ταύτην ὲποδήγει τὴν δόξαν. Λύτίκα
τοίνυν τὸ κατὰ τὴν θάλατταν θεασάμενοι θαῦμα
ἔλεγον · ι Ποταπός ἐστιν οὗτος ὁ ἄνθρωπος, δτι καὶ
ή θάλασσα καὶ οί ἄνεμοι ὑπακούουσιν αὐτ-ᾡς › Διά
τοι τοῦτο καὶ ὁ Κύριος ελεγι πρὸς αὐτούς · ι Πολλὰ
ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὺ δύνασθε βαστάζειν ἄρτι ·
ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας,
ἐκεῖνος ὑμᾶς ὁδηγήσει είς πᾶσαν τὴν ἀλήθειαν. ι
Καὶ πάλιν· ι Μείνατε αὑτοῦ ὲν τῇ πόλει ταύτῃ, ἕως
ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους, ἐπελθόντος τοῦ
ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς. ι Πρδ μὲν οὖν τοῦ πάθους
τοιαύτας εἶχον δόξας περὶ αὑτοῦ. Μετὰ δὲ τὴν ἀνά-
στασιν, καὶ τὴν είς οὐρανοὺς ἀνάϐασιν, καὶ τοῦ
παναγίου Πνεύματος ἐπιφοίτησιν, καὶ τὰς παντο-
δαπὰς θαυματουργίας ἃς ἐπετέλουν, καλοῦντες
αὐτοῦ τὸ σεϐάσμιον ὄνομα, ἔγνωσαν ἅπαντες οἱ
πιστεύοντες “, ὅτι καὶ Θεός ἐστι, καὶ τοῦ Θεοῦ
μονογενὴς Υἱός. Τοῦτο τοίνυν κάνταῦθα ἐδίδαξεν ὁ
θεῖος Ἃπόστολος, ὅτι κατὰ σάρκα τοῦ Δασὶδ χρημα-
τίσας Υἱὸς, ὡρίσθη καὶ ἀπεδείχθη τοῦ Θεοῦ Υίὺς, διὰ
τῆς ὑπὸ τοῦ παναγίου Πνεὺματος ἐνεργουμένης
δυνάμεως μετὰ τὴν ὲκ νεκρῶν ἀνάστασιν αὑτοῦ τοῦ
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
ε’. Δι’ οὖ ἐλάϐομεν χάριν καὶ ἀποστολὴν εις
ὑπακοὴν πίστεως, ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ
τοῦ ὀνόματος αὑτοῦ. Αὐτὸς γὰρ ἡμᾶς προῦὁάλετο
κήρυκας, τῶν ἐθνῶν ἁπάντων ἐγχειρίσας τὴν σωτη-
ρίαν, καὶ ἀναλογοῦσαν τῷ κηρύγματι δωρησάμενος
χάριν, ὥστε ἡμῖν, καὶ ὑπακούειν, καὶ πιστεύειν τῷ
λόγῳ, τοὺς δεχομένους τὸ κήρυγμα.
ς’. Ἐν οἷς ἐστε καὶ ὑμεῖς, κλητοὶ Ἰησοῦ
Χριστοῦ. Ἐκ τούτων ἐστὲ καὶ ὑμεῖς τῶν ἐθνῶν, ὧν
τὴν γεωργίαν ὲνεχειρίσθην. Μὴ γὰρ δὴ νομίσητε τὰ
ἀλλότρια σφετερίζεσθαι, καὶ τὰς ἄλλοις ἀπονεμη-
θείσας ἁρπάζειν ἀρούρας. Πάντων γάρ με τῶν
ἐθνῶν ὁ Δεσπότης κεχειροτόνηκε κήρυκα.
ζ’. Πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ,
κλητοῖς ἁγίοις. Καὶ ταῖς θείαις αὐτοὺς προσηγο-
ρίαις τετίμηκε, καὶ τὴν ἀλαζονείαν κατέστειλε.
Πρῶτον μὲν γὰρ αὐτοὺς. οὐχ ὡς κρατοῦντας τῆς
οἰκουμένης ἀπέκρινε τῶν ἄλλων ἐθνῶν, ἀλλὰ τοῖς
ἄλλοις ἁνέμιγεν· ἔπειτα δὲ πᾶσιν ὁμοῦ γράφει, καὶ
οἰκέτας ἀναμιγνὺς, καὶ προσαίτας, καὶ ἀποχειρο-
ϐιώτους, καὶτοὺς πλούτῳ κομῶντας, καὶ τοὺς δυνα-
στείαν περικειμένους. Ὀτι γὰρ καὶ ὲκ τούτων
ἦσαν πεπιστευκότες τινὲς, ὲν τῇ πρὸς Φιλιππησίους
διδάσκει. ι Ἀσπάζονται γὰρ, φησιν, ὑμᾶς οι ὲκ τῆς
VAIIIIE LECTIONES.