PG 83, col. 1316
ὑμῶν φθεγξαμένην τοῦ ἁγίου Πνεῦματος ἁνυμνήσα-
μεν χάριν καὶ παρακαλοῦμεν , καὶ ἀντιϐολοῦμεν,
καὶ δεόμεθα , καὶ ίκετεύομέν σου τὴν ἁγιωσύνην,
ἐπαμῦναι ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις χειμαζομέναις.
Λύσιν γὰρ ἔσεσθαι τοῦ κλύδωνος προσδοκήσαντες
διὰ τῶν παρὰ τῆς ὑμετέρας ἁγιωσύνης είς τὴν Ἔφε -
σον ἀποσταλέντων, χαλεπωτέρα περιπεπτώκαμεν
ζάλῃ. '0 γὰρ τῆς Ἀλεξανδρείας δικαιότατος ’πρ-ὁρ
εδρος οὐκ ἠρκέσθη τῇ ἀνόμῳ ταύτῃ καὶ ἀδικωτάτη
καθαιρέσει τοῦ άγιωτάτου καὶ θεοφιλεστάτου τῆς
Κωνσταντινουπολιτῶν ἐπισκόπου τοῦ κυρίου Φλαϐια-
νοῦ, οὐδὲ ἐνέπλησεν αὐτοῦ τὸν θυμὸν τῶν ἄλλων ἐπι-
σκόπων ή παραπλησία σφαγή · ἀλλὰ κάμὲ τὸν ἀπόντα
ὁμοίως καλάμῳ κατέσφαξεν, οὔτε καλέσας είς κριτή-
ριον, οὔτε παρόντα κρίνας, οὐκ ἐρωτήσας τίνα φρονῶ
περὶ τῆς τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρωπήο
σεως. Kal. τοὺς μὲν ἀνδροφόνους, κα)⁸ τυμϐωρύχους,
καὶ τοὺς τὰς ἀλλοτρίας συλήσαντας εὐνὰς, οὐ πρότερον
κατακρίνουσιν οἱ δικάζοντες, ἕως ἄνῆ αὐτοὶ τὰς
κατηγορίας ταῖς ὁμολογίαις κυρώσωσιν, ἢ παρ’ ἐτέο
ρων ἐναργῶς ἐλεγχθῶσιν. Ἦμᾶς δὲ ό τοῖς θείοις νό-
μοις ἐντεθραμμένος πέντε καὶ τριάκοντα σταθμοῖς
ἀφεστηκότας κατέκρινεν ὡς ἠθέλησε. Καὶ τοῦτο οὗ
νῦν μόνον πεποίηκεν, ἀλλὰ καὶ πέρυσι μετὰ δύο ἆν-
δρας τῶν τὴν Ἀπολιναρίου νόσον εἰσδεξαμένων
ἐκεῖσε δραμόντας, καὶ συκοφαντίας καθ’ ἡμῶν ὑφῇ-
ναντας, ἀναστάς ἐπ’ ἐκκλησίας ἡμᾶς ἁνεθεμάτισε·
καὶ ταῦτα ἐμοῦ γράψαντος πρὸς αὐτὸν, καὶ ἃ φρονῶ
διὰ γραμμάτων δηλώσαντος.
Ἐγὼ δὲ ὀδύρομαι μέν τῆς Ἐκκλησίας τὸν κλύδω-
’ να, τὴν δέ ἡσυχίαν ἀσπάζομαι. Ἓξ γάρ καὶ εἴκοσι
ἐτη τὴν ἐγχειρισθεῖσάν μοι παρὰ τοῦ Θεοῦ τῶν ὅλων
Ἐκκλησίαν ἰθύνας διὰ τὰς ὑμετέρας εὐχάς, οὐκ ἐπὶ
τοῦ μακαριωτάτου Θεοδότου τοῦ τῆς ’Δνατολῆς προ-
έδρου, οὐκ ἐπὶ τῶν μετ’ ἐκεῖνον, τῶν τὸν Ἀντιοχέων
διαδεξαμένων θρόνον, τὴν τυχοῦσαν μέμψιν ὑπέμειο
να, ἀλλὰ τῆς θείας μοι χάριτος συνεργησάσης, πλείους
μὲν ἢ χιλίας ψυχάς ἠλευθέρωσα τῆς Μαρκίωνος νό-
σου, πολλοὺς δὲ ἄλλους ἐκ τῆς Ἀρείου καὶ Εὐνομία.»
συμμορίας προσήγαγον τῷ Δεσπότῃ Χριστῷ⁶ καὶ ἐν
ὀκτακοσίαις Ἐκκλησίαις ἔλαχον ποιμαίνειν ’τοσαύτας
γάρ ἡ Κύρῤος παροικίας ἔχει, ἐν αἶς οὐδὲ ἓν διὰ τὰς
ὑμετέρας εὐχὰς μεμένηκε ζιζάνιον· ἀλλὰ πάσης
αἱρετικῆς ἡλευθέρωται πλάνης τὸ ἡμέτερον ποίμνιον.
Οἶδεν ὁ πάντα ἐφορῶν πόσους ἐδεξάμην λίθους ὑπὸ
τῶν δυσωνύμων κατ’ ἐμοῦ πεμφθέντας αἱρετικῶν,
πόσους ἐν ταῖς πλείοσι τῆς Ἀνατολῆς πόλεσιν ἑηῃν
ἀγῶνας πρὸς Ἕλληνας, πρὸς Ἰουδαίους, πρὸς πᾶσαν
πλάνην αίρετικήν. Καὶ μετά τοσούτους ἱδρῶτας καὶ
πόνους μὴ δικασάμενος κατεκρίθην.
Ἐγὼ δὲ τοῦ ἀποστολικοῦ ὑμῶν θρόνου περιμένω
τὴν ψῆφονο καὶ ἱκετεύω, καὶ ἀντιϐολῶ τὴν σὴν 617:6-
τητα, ἐπαμῦναί μοι τὸ ὀρθὸν ὑμῶν καὶ δίκαιον ἐπι-
καλουμένῳ κριτήριον, καὶ κελεῦσαι δραμεῖν πρλς