PG 83, col. 1324

μὲν τῇ τῆς ἱερωσύνης ἀξία, κοσμεῖται δὲ καὶ τῇ τῶν
σωμάτων λογικῇ θεραπείᾳ. Συχνδν δὲ παρ’ ἡμῖν οἱ-
κήσας χρόνον, εἶλεν ἅπαντας τῇ τῶν ἠθῶν εὐαρμο-
στίᾳ, Οὗτος νῦν τὴν Κύρῤον καταλιπεῖν ἐδοκίμασε,
τὴν ἐμὴν ἐκδημίαν μεμαθηκώς. Οὐ δὴ χάριν αὐτὸν
τῇ ὑμετέρᾳ μεγαλοπρεπείᾳ συνίστημι, καὶ παρις
καλῶ τῆς ὑμετέρας αὐτὸν προμηθείας τυχεῖν, χρή-
σιμον αὐτὸν τῇ πόλει γενέσθαι δυνάμενον. Τὴν
γάρ Ἀλεξάνδρειαν οἰκήσας τὴν τοιαύτην ἡσκησε τέ-
χνην.
PIE’. - Ἀπελλῇ (79).
Τὴν Κύρῤον ἰθύνειν λαχὼν τὰς ἀναγκαίας αὐτῇ
πάντοθεν ὲπόρισα τέχνας’ πρὸς δὲ τούτοις καὶ τοὺς
τῆς ἰατρικῆς ἐπιστήμονας οἰκῆσαι ταύτην προ-
ἰτρεψα. Εἷς τούτων ἐστὶν ὁ εὐλαϐέστατος πρεσϐύτε-
ρος Πέτρος, λογικῶς μὲν μεταχειρὶζων τὴν τέχνην,
κοσμῶν δὲ ταύτην τοῖς ἤθεσιν. Ἀλλὰ νῦν ἐκδημούνο
των ἡμῶν πολλοί μὲν καὶ ἄλλοι ταύτην ἀπέλιπον,
ἐκδημῆσαι δὲ καὶ αὐτὸς ἐδοκίμασε. Διά τοι τοῦτο τὴν
σὴν παρακαλῶ μεγαλοπρέπειαν κηδεμονίας αὐτὸν
ἀξιῶσαι. Ἱκανὸς γάρ ἐστιν ἐπικουρῆσαι τοῖς κά-
μνουσι, καλ⁴ πολεμῆσαι ταῖς νόσοις.
Ple'. — Ῥενάτῳ πρεσϐυτέρῳ (80).
Ἔγνωμεν τὸν θερμὸν καὶ δίκαιον τῆς σῆς όσιὸτηυ
τος ζῆλον, καὶ τὴν, δικαιοτάτην καὶ ἔννομον παῤῥηξ
σίαν, χρησάμενος. δέσποτα, τά ὲν Ἐφέσῳ τολμη-
θέντα ῆλεγξας. Οὐχ ἡμεῖς δὲ μόνοι μεμαθήκαμεν
ταῦτα, ἀλλ’ εἰς πᾶσαν τὴν γῆν τῆς σῆς ὀρθότητος
ἐξῆλθεν ὁ φθόγγος, καὶ πάντες ᾅδουσι τὴν δικαιοσύ-
νην, τὸν ζῆλον, τὴν παρρησίαν, τὰς κατὰ τῆς παρα-
νομίας παρ’ ὑμῶν γεγενημένας ἀπειλάς. Καὶ ταῦτα
ἔδρασέ σου ὴ ὁσιότης, τῆν μίαν θεασαμένη σφαγήν.
Εἰ δὲ καὶ τὰς άλλας ὲωράκεις τὰς μετά τὴν σήν ὲκ·-
δημίανγγεγενημένας, τάχα ἂν τὸν Φινεὲς ἐκεῖνον
ὲξήλωσας. Εἷς δὲ τῶν μετὰ ταῦτα κατακριθέντων
ἐγὼ, δραμεῖν μὲν αὐτόθι κωλυθεὶς διά γραμμάτων
βασιλικῶν· ἀπὼν δὲ κατακριθεκ. Μετὰ γὰρ ἒξ καὶ
εἴκοσιν ἐτη τῆς ἐπισκοπῆς. μετὰ τοὺς πολλοὺς καὶ μυο
ρίους πόνους, μετά τούς ὑπὲρ τῆς εὐσεϐείας ἀγῶνας,
μετὰ τὸ προσενέγκαι τῷ Σωτῆρι τῶν ὅλων πολλάς αἱ·
ρετικῶν μυριάδας τῆς προτέρας πλάνης ἀπηλλαγμέ-
νας, ἐγύμνωσαν μὲν ἱερωσύνης, ἐξελαύνουσι δὲ καὶ
πόλεως, οὐδὲ τὸ γῆρας αἰδεσθέντες, οὐδὲ τὴν πολιὰν
τὴν ὲν εὐσεϐείᾳ τραφεῖσαν. Διά τοι τούτο τὴν ὑμετέο
ραν ἁγιωσύνην παρακαλῶ, πεῖσαι τὸν ἁγιώτατον καὶ
ὁσιώτατον άρχιεπίσκοπον τῇ άποστολικῇ χρήσασθαι
ἐξουσίᾳ. καὶ εἰς τὸ ὑμέτερον ἀναδραμεῖν κελεῦσαι
συνέδριον. Ἔχει γὰρ ὁ πανάγιος θρόνος ἐκεῖνος τῶν
κατὰ τὴν οἰκουμένην Ἐκκλησιῶν τὴν ἡγεμονίαν δά
πολλὰ, καὶ πρὸ τῶν ἄλλων ἁπάντων, ὅτι αἱρετικῆς
M(98.0) Exstat ibid. tom. Vl, p. 105 seq. ad ι. C.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.