PG 85, col. 1369
ὃς ἑρμηνεύεται κρίσις Θεοῦ· οἱ, δὲ πρεσϐύτεροι ἀνώνυμοί εἰσιν, ὡς ὁ πλούσιος ὁ παρὰ τῷ Δουκᾷ, ό τὸν
Προαναφωνεῖται ἀποκαλύψεις τὰς Θείας καὶ τὰ
ἐνύπνια ἃ εἶδε καὶ ἀπεγράψατο ὡς ’προφήτης⁵ καὶ
μὴ κρύπτει τὰ θεῖα χαρίσματα, κατά τὸν καταχώ-
σαντα τὸ δεσποτικὸν τάλαντον.
ι Ἐγένετο, κ. τ. λ. ι
Ἐντεῦθεν δηλοῖ ὅτι περὶ τὸ τέλος τοῦ ἰδίου βίου
συνέγραψεν ὁ Δανιὴλ τὴν προφητικὴν ταύτην καὶ
ἱστορικὴν βίϐλον.
ΚΕΦΑΛ. B'.
ε Ἐὰν μὴ γνωρίσητέ μοι. ι
Φυσικῷ λογισμῷ εἷπε τοῦτο, εἰ καὶ παρά τὸ ’
σύνηθεςο ὅτι ὁ μὴ δυνάμενος εἰδέναι , τί εἶδε κατ’
δναρ, οὔτε ἐὰν ἀκούσῃ τὸ ὄναρ δύναται αὐτὸ λῦσαι.
Ἶδοῦ γὰρ ἐν τῇ πέμπτῃ ὁράσει εἶπεν αὐτοῖς τὸ ἐν·
ύπνιον τοῦ δένδρου, καὶ οὑκ ἐδυνήθησαν αὐτὸ λῦσαι.
ι Καὶ λέγουσιν, Ούκ ἔστιν ἄνθρωπος. ι
Ὅσον ἀπὸ τοῦ προχείρου ἐψεύσαντο οἱ μάγοι ο ό
γὰρ Δανιὴλ ἄνθρωπος καὶ ἐπὶ γῆς ὣν ἔγνω τοῦτο, εἰ
καὶ παρά τοῦ Θεοῦ ἀπεκαλύφθη αὐτῷ.
‹ Πᾶς βασιλεὺς καὶ ἄρχων τδ ῥῆμα τοῦτο οὐκ
ἐπε ρωτᾷ. ι
Ὅπου εἰσὶν oi βασιλεῖς καὶ οἱ ἄρχοντες , εὐνομία
ἐστίν · ὅπου τύραννοι, βία κρατεῖ καὶ τὸ ἄδικονο καὶ
ού δεῖ σὲ βασιλέα ὄντα τὸν ἄδικον τοῦτον εἰπεῖν
λόγον·
ι Ἐπαοιδδν, μάγον, καὶ Χαλδαῖον. ι
Ἐπαοιδός ἐστιν ό διὰ ψιθυρισμῶν λέγων τινὰ ποιέ- C
εῖν, οἶοί εἰσιν οἱ τῶν ὄφεων ἐπαοιδοί· μάγοι οἱ διὰ
σοφισμῶν τινων ἀπατῆσαι δυνάμενοι· Χαλδαῖοι oi δι’
ἀστρονομίας ἐπαγγελλόμενοι λέγειν πάντα, μάλιστα
δὲ τὰ ἐσόμενα.
ι Ἦξίωσεν ὅπως χρόνον δῷ. a
Ὧς πιστὸς ὑπέσχετο λύειν τὸ ὄναρ, λαμϐάνων
παρὰ τοῦ Θεοῦ τὴν διὰ προσευχῆς καὶ ἱκεσίας χάριν.
ο Εὖρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας. ι
Ἐκεῖνος μὲν ὡς ἐξευτελίζων τὸν Δανιὴλ, αἰχ·
μάλωτον αὐτὸν ὠνόμασεν εί δὲ οἱ παρ’ Ἐϐραίων πι-
στοὶ τηλικοῦτοι ἦσαν ὡς καταλαμόάνειν μυστήρια,
κᾶν εὐτελεῖς ἐδόκουν εἶναι παρὰ τοῖς ἐθνικοῖς, τί
_ χρὴ ἐννοεῖν περὶ τῶν ἐπισημοτέρων προφητῶν ;
‹ Ἐστι Θεὸς ἐν οὐρανῷ. ι
’Δνάγει τὸν νοῦν τοῦ βασιλέως ὁ Δανιὴλ ἀπὸ τῶν
γηΐνων ἐπὶ τὰ οὐράνια, πρὸς ἀληοῆ αὑτὸν ’έλκων
Οεογνωσίαν, ὃ καὶ γέγονε πρὸς καιρόν.
ι Ἕνεκεν τοῦ τὴν σύγκρισιν τῷ βασιλεῖ γνωρί-
σαι. ι
Διδάσκει ὁ Δανιὴλ ὅτι διὰ τὸ κοινωφελές τοῦ κόσμου
καὶ ό Ναϐουχοδονόσορ εἶδε τὸ ἐνύπνιον, καὶ ὁ Δανιὴλ
ἔγνω τὴν ἐπίλυσιν αὐτοῦ. Οὖτω γέγονε καὶ ἐπὶ τοῦ
Φαραὼ καὶ τοῦ Ἰωσήφ. Ὅσα οὖν μή ἐστιν ἐπωφελῆ
τῶν κοινῶν ὀνείρατα, τούτοις ού δεῖ προσέχειν, οὐδὲ
ζητεῖν τούτων λύσιν παρά ἀπατεώνων ἀνθρώπων· τὰ
γὰρ ψυχωφελῆ μόνων τῶν ἁγίων ἐστὶ λύειν.