PG 85, col. 1381

στασις κοινὴ, μεθ’ ὧν μέλλει Δανιὴλ ἀναστῆναι.
.________._____________________________________________
ΚΕΦΑΛ. ις’.
ι Ὃς γὰρ ἀν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπο·
‘ λέσει αὑτήν· ὃς δὲ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ
ἕνεκεν ἐμοῦ, εὑρήσει αὑτήν. ι
Εἴη δ’ ἂν οὕτως μακάριος, ὁ τοῖς οὖσιν ἅπασιν
ἐπαινετῶς ἀποθανὼν, τοῖς μὲν αἰσθητοῖς , τῇ ἀπο-
θέσει τῆς κατ’ αἴσθησιν ἐνεργείας ⁸ τοῖς δὲ νοητοῖς,
τῇ τῆς κατ’ αἴσθησιν ἀπολαύσει κινήσεως ο νοῦ γὰρ
θάνατος ἐπαινούμενος, ὴ πρὸς πάντα τά ὄντα γνω-
μικὴ ἀπογένεσις, μεθ’ ἢν τὴν θείαν χάριτι ζωὴν
ὑποδέχεσθαι πέφυκεν, ἀντὶ τῶν ὄντων τὸν αἴτιον τῶν
ὅντων ἀνεννοήτως ἀποϐαλὼν, ἐπειδὴ εἶπεν ὁ Κύο
ριος ⁸ '0 θέλων σῶσαι τὴν ψυχὴν, ἀπολέσει
αὐτήν* ὃς δ’ ἂν ἀπολέσῃ, σώσει. Κάκεῖ σωτηρίαν
καὶ ἀπώλειαν, καὶ ἐνταῦθα σωτηρίαν καὶ ἀπώλειαν
τέθεικεν. Ἴναῐγάρ μὴ νομίσῃ τίς, ἴσην εἶναι τὴν
ἀπώλειαν ταύτην κάκείνην, καὶ τὴν σωτηρίαν, ἀλλὰ
μάθῃ σαφῶς ὅτι τοσοῦτον ἐκείνης τῆς σωτηρίας καὶ
ταύτης τὸ μέσον, ὅσον ἀπωλείας καὶ σωτηρίας ’ διὰ
τοῦτοὲπάγειο «Τί γὰρ ὠφελεῖται ἄνθρωπος, ι κ. τ. λ.
ΚΕΦΑΛ. KA'.
ι Καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, ἦλθεν ἐπ’ ’
αὐτὴν καὶ οὐδὲν εὗρεν ὲν αὐτῇ εἰ μὴ φύλλα μόνον.
Καὶ λέγει αὐτῇ, Μηκέτι ὲκ σοῦ καρπὸς γένηται είς
τὸν αἰῶνα · καὶ ἐξηράνθη παραχρῆμα ὴ συκῆ. ι
Σκιάν εἶχεν ὀ νόμος τῆς ἀληθείας. ’0 δὲ Λόγος
γενόμενος σὰρξ, καὶ πρὸς τὴν ὲν πνεύματι λατρείαν
τὴν φύσιν μεταγαγὼν, οὐκ ἐϐούλετο τῆς ἀληθείας
φανείσης τὴν σκιάν ἔχειν τὴν δυναστείαν, ἧς τύπος
ύπῆρχεν ἠ-συκῆ. Διά τοῦτο, φησὶν, ἐπανιὼν ἐκ
Βηθανίας ὲς Ἰεροσόλυμα, τουτέστι μετά τὴν τυπι-
κὴν καὶ σκιώδη κατά τὸν νόμον λανθάνουσαν αὑτοῦ
παρουσίαν, αὖθις τῇ φύσει τῶν ἀνθρώπων διὰ σαρ-
κὸς ἐπιδημῶν (οὕτω γὰρ ληπτέον τὸ ἐπανιὼν )ν
εἶδε συκῆν ὲν τῇ ὀδῷ φύλλα μόνον ἔχουσαν, διὰ τὸ
παροδικόν τε καὶ ἄστατον. Ἦν ἰδὼν ὁ Λόγοςσκεκο-
σμημένην καθάπερ φύλλοις συκῆν τοῖς ὲκτὸς 1:39;:
ϐλήμασι τῶν σωματικῶν τοῦ νόμου παρατηρήσεών,
καὶ μὴ εὑρηκὼς καρπὸν,δηλονότι δικαιοσύνης , κατ-
ηράσατο, μᾶλλον δὲ προσέταξε μηκέτι τοῖς κατά
νόμον τύποις δυναστευομὲνην καλύπτεσθαι τὴν ἀλή-
θειαν ⁸ ὃ δὴ προϐἀν ἐδείχθη διά τῶν ἔργων. Οὐκ ἧν
δὲ, φησι, καιρὸς σύκων* τουτέστιν, ὁ χρόνος καθ’ ὃν
ἐκράτει τῆς ἀνθρωπίνης φύσεως ὁ νόμος οὐκ ἦν δι-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.