PG 85, col. 1841

νηθήτω ύμῖν.
ις’. Ὀπόταν ἐπαχθῶς πρὸς τὰ πάθη διακείμενοι,
σφοδρότερον τοῖς αἰσχροῖς ἐνθυμήμασιν ὐπὺ τῶν δαι-
μόνων όχλώμεθα, τότε μᾶλλον είς τὴν τοῦ Κυρίου
στηριζόμεθα πίστιν, καὶ βεϐαιωτέραν τὴν πρὸς τὰ
ἐπηγγελμένα αίώνια ἀγαθά καθιστῶμεν ἐλπίδα · ῶν
ἀποστερηθῆναι ἡμᾶς οῖ ἐχθροὶ, καὶ ἀπαλλοτριωθῆναι
διά τῆς βασκανίας σπουδάζουσιν· εἰ μὴ γάρ λίαν
μέγιστα ἦν ἐκεῖνα τά ἀγαθὰ, οὐκ ἀν φθόνῳ τοσούτῳ
καθ’ ἡμῶν οί δαίμονες ἐκκαυθέντες , τοῖς ῥυπαροῖς
λογισμοῖς πυκνά κατετόξευον, κάν τούτῳ τὴν ἑαυτῶν
μανίαν πληροφορεῖν δοκοῦντες, καὶ πρὸς ἀπόγνωσιν
ἡμᾶς συνελαύνειν νομίζοντες, διά τῆς ἀφορήτου καὶ
πολλῆς ὀχλήσεως.
ιζ’. Γνῶσιν ἀληθεστάτην τινες ὑπάρχειν τὴν πρᾶ-
ξιν ὁρίζονται. Σπουδάσατε τοίνυν μᾶλλον τοῖς ἔργοις
καί⁵ πίστιν καὶ γνῶσιν ἐνδείκνυσθαι ο 6 γάρ δὴ ἐπὶ
τῇ γνώσει μόνῃ τετυφωμένος ἀκούσεται, δτι Θεὸν
ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται.
ιη’. Ὠς ἐπὶ τὸ πλεῖστον τῷ καιρῷ τῶν ἑορτῶν,
ιιαὶ τῶν ἁγίων συνάξεων, καὶ μάλισθ’ ὅταν μέλλῃ
τις τῇ μυστικῇ τραπέζῃ προσιέναι, τότε τοῖς αι-
αχροῖς φαντάσμασι, καὶ τῇ ῥοῇ τῆς γονῆς τὸν ἀσκη-
τὴν οἱ δαίμονες μολύνειν σπουδάζουσινο ἀλλ’ οὐδδ
ἐν τούτῳ θραύσωσιν ἦ ἐκλύσωσι τὸν πάντα καρτερι-
’ κιῖις καὶ γενναίως φέρειν συνειθισμένον⁸ μηδὲ καυ-
χάσθωσαν καθ’ ἡμῶν οἱ κυρτοὶ,ώς ὀρθοί.
ιθ¹. Τὸ ἦθος καὶ τὴν προθυμίαν οἱ ἐχθροὶ ἀμύνον-
ται, τοῖς ποικίλοις καὶ ἀφάτοις πειρασμοῖς τὴν ψυ-
χὴν κολαφίζοντες. Εἰ γὰρ τῶν θλίψεών σοι τῶν πολ-
λῶν καὶ ἀμυθήτων 6 στέφανος πλέκεται, καὶ ἐν
ταῖς ἀσθενείαις δέ τελειοῦται ὴ δύναμις τοῦ Χρι-
στοῦ , καὶ ταῖς σκυθρωποτέραις καταστάσεσιν ἐπαν-
θεῖν εἴωθεν ἡ τοῦ Πνεύματος χάρις ⁶ ἐξανέτειλε γὰρ
φῶς ἐν σκότει τοῖς εὐθέσιν · ἐάν γε τὴν παρρησίαν
καὶτὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεϐαίαν
κατάσχωμεν.
κ’. Οὐδὲν οὕτως ἐξαφανίζειν τὴν ἀρετὴν πέφυκεν,
ώς ἡ εὐτραπελία, καὶ τὸ παίζειν, καὶ ἠ ἀργολογία.
Καὶ πάλιν οὐδὲν οὕτως τὴν πεπαλαιωμένην ἀνακαι-
νίζει ψυχὴν, καὶ πλησιάζειν τῷ Θεῷ παρασκευάζει,
ὡς 6 φόϐος τοῦ Θεοῦ, καλ⁵ ή καλὴ προσοχὴ, καὶ τὸ
μελετᾷν ἀπαύστως τά λόγια τοῦ Θεοῦ, καὶ τῇ προσ-
ευχῇ ἑαυτὸν καθοπλίζειν, καὶ τῆς ἀγρυπνίας τὸ κέρ-
So; ίχνηλατεῖν..
καί. Ἐπιτηδειότατον ἅμα, καὶ συμφέρον τῇ ψυχῇ,
τδ στιϐαρῶς βαστάζειν πᾶσαν θλίψιν, εἴτε παρά ἀν-
θρώπων, εἴτε παρά δαιμόνων ἐπαγομένην, καὶ εί-
δέναι ἀκριϐῶς ὅτιπερ χρεῶσται ὑπάρχομεν τῆς κατα-
πονήσεως, καὶ μηδένα ἕτερον, εἰ μὴ μόνον ἑαυτὸν
διηνεκῶς, μέμφεσθαι. '0 γὰρ ἀλλον ἐπὶ τοῖς ἰδίοις
θλιϐεροῖς μεμφόμενος ἐξώλισθεν τῆς δικαίας τοῦ
προσήκοντος κρίσεως.
κβ’. Ἔστιν ὅτε τῆς δεξιᾶς ἄνθρωπος ἁποκινεῖται
ἕδρας, κάν σπουδαῖος τυγχάνῃ, πλεονασάντων.
πειρασμῶν, ἐξιστάμενος τῆς ἐαυτοῦ τάξεως, διὰτὸ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.