PG 85, col. 844

Αὐτὸς δ’ αὖθις ἔειπε, Θεὸς ζωὸς πέλει αἰὲν,
Ὅστις ὲλεγχίστους κακοδαίμονας οἷος ἔδειξε,
Σῶσε δὲ παρθενικὴν, καὶ ἐμὴν κραδίην ἐλεήρας ο
Ἕκτοθι τῶνδε δόμων οῦ μοι Θέμις ἐστὶν ἱκέσθαι,
El μὴ πίστεως ἐντὸς ἐγὼ Χριστοίο γενοίμην.
Ταῦτα μαθὼν δὲ θεοῦ ζάκορος τάχος ἦλθ’ ἱερῆῐ
Ἀγγέλλων. '0 δ’ ἔπειτα καλέσσατο, ὼς δ’ ἐπεῴκει
Κυπριανῴ πολέας καὶ ἀταρτηροὶς φάτο μύθους,
Εἱρωτῶν ὅσ’ ἔοργεν· ἀτὰρ τόσον εὐξάμενός γε
Ἔργα Θεοῖο δόνησεν, ὅσα περὶ κόσμον ἔτευξε,
Β Καὶ τότε δὴ θείοισι λοετροῖς άγνὺν ἔτευξε.
Ἦὸῖ δ’ ὀγδοάτῃ γέντ⁵ αἰπυϐοὴς πολυσέπτων
Βέὁλων Χριστοφὰιτων · ἀτὰρ εἰκάδι πεμπταὶῃ τε
Msin τυτθὸτερός τε διακτορίης τετέλεστο,
Καὶ θυρεὼνας ἔχεν σεπτῆς ἃμα μυστιπολείης.
Ἤματα πεντήκοντα δ’ ὅτ’ ἤλυθεν, ἄξιος αἶψα
Γέντο διακτορὶης ° ἀτὰρ κρατερῶς ἐδάμαζεν
’Δντιθέων γε φάλαγγας άναιδήτων ἀπαλάμνων,
Καὶ νούσους στυγερὰς μελέων ἁποήλαεν ἀνδρῶν,
Ἤδη καὶ πολέας Χριστοῦ ἐς πώεον ἦγεν
Εἰδώλων κακόπιστον ἁναινομένων ἁλάωσιν.
Ἀλλ’ ὅτε λυκάὸας τέλος ἔλλαϐεν, ἔλλαχε θῶκον
Ἀρητῆρος ἴσον · δέκα δ’ ἑξείης ἐνιαυτοὺς
Μίμνεσκεν διέπων κλισμὸν τότε δημογέροντος.
Καὶ τότε δὴ μακαριστὸς ἐπίσκοπος ’Δνθιμος ἠῢς
c Ὶρῆας κίκλησκε περικτίονας ἆμα πάντας,
Λέξας δ’ ὅσσ¹ ἀγορῇ Χριστοῦ πέλεν αἴσιμα πάντα,
Εξσέτι κόσμον ὁρῶν κλισίην πόρε Κυπριανῷ γε ·
Αὐτὰρ δὴ μετὰ βαιὸν ἐς οὐρανὸν ’Δνθιμος ἐλθὼν,
Ποξμνην, ἧς πρόμος ἦεν ἀγαυῷ πάρθετο φωτί.
Αὐτὰρ ὁ Κυπριανὺς διέπων Θεοῦ ἀγλαὸν οἷκον
Παρθενικὴν ὑπέδεκτο διακτορίῃφι γερήρας,
υὺδέτι μιν καλέεσκεν Ἰούσταν, ἀλλ’ ὀνόμηνεν
Ἰουστῖναν ἄμωμον, δλων δέ τε μητέρα θῆκεν
Κουρὰων άταλῶν Χριστοῦ μεγάλου θεραπαινῶν.
Πολλοὺς δ’ ὲκσὼσας δυσπειθέας αἰνοσιθρήσκους,
Παρφάμενος Χριστὸν ποθέειν, μογέων ἐκόμιζεν
Εἰς ἀγέλην Μεδέοντος, ὃς αἰὲν ἔχει γέρας. Ἀμήν.
Vers. 322

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.