PG 86, col. 1209

ἦν ἑκάστῳ ἔτει προσκυνεῖν τοὺς Ἐϐραίους ἐν Ἱερο-
σολύμοις τῇ κιϐωτῷ, φοϐηθεὶς ὁ Ἱεροόοάμ, μὴ atti-
τομολήσωσι. συνεχῶς ἀπιόντες ἐκεῖο ἐποίησε δύο
δαμάλεις χρυσᾶς . καὶ εἶπεν αὐτοῖς, ὅτι Οὗτοί εἰσιν
ot θεοὶ, οἱ ἐξαγαγόντες ὑμᾶς ἐξ Αἰγύπτου· τούτοις
προσκυνεῖτε. Kal οἱ Ἰσραηλῖται οὖν, καὶ οἱ Ἰου-
δαῖοι, ἀπ’) τοῦ Ἰεροσοὰμ εἰδωλολάτρουν , ἐπὶ πολ-
λοὺς βασιλέας· ἕως οὗ ὁ Θεὸς ὀργισθεὶς ’ἢγαγεν ἐπ’
αὐτοὺς τὸν βασιλέα τῶν Ἀσσυρίων τὸν Σαλμανασάρ·
xal ᾑχμαλὼτισε ea; δέκα φυλὰς τῶν Ἱσραηλιτικῶν·
τοὺς γὰρ Ἰουδαίους οὐδὲ ἐπολέμησεν. Δίχμαλωτίσας
δὲ τοὺς Ἰσραηλίτας, ἀντ’ αὐτῶν ᾷλλους ἐκεῖσε κατε
ἔστησε. πρὸς φυλακὴν τῆς χώρας, οἵτινες ἐκλήθη-
σαν Σαμαρεῖταιο ἐπειδὴ Σαμαρείτης λέγεται ὁ φύλαξ
παρ’ Ἑϐραίοις. Τούτους δὲ ἀντὶ τῶν Ἰσραηλιτῶν
οἰκοῦντας, λέοντες ἀπέκτεινον πυκνῶς· ἓως οὗ επεμ-
ψαν, λέγοντες τῷ βασιλεῖ τῶν Ἀσσυρίων, ὅτι Λέονο
τες ἡμᾶς ἀπολλύασιν, ἐπειδὴ οὐκ ἴσμεν λατρεῦσαι
τῷ Θεῷ τῆς γῆς ταύτης. Ταῦτα ἀκούσας 6 βασι-
λεὺς. ἔπεμψεν αὐτοῖς ἕνα τῶν αἰχμαλωτισθέντων lar
ρέων. ἐπὶ τὸ διδάξαι αὐτοὺς, πῶς’δεί προσκυνεῖν
τῷ Θεῷ τῆς γῆς ὲκείνης. '0 δὲ ἐλθὼν. οὐδὲν ἄλλο
ἐδίδαξεν αὐτους. ὥς φασιν ot ἔξωθεν ἱστοροῦντες,
εἰ μὴ μόνον τὴν Πεντάτευχον, ὅθεν καὶ μόνην αὐτὴν
δέχονται oi Σαμαρεῖται. Μέχρις οὖν τῶν ἐνταῦθα
λέγει ἠ Γραφή.
Kal ἀπδ τούτων λέγουσι γεγενῆσθαι τοὺς Σαμα-
ρείταςο ὴ δὲ αἵρεσις αὐτῶν τοιαύτη ἐστί. Περὶ μὲν
τὴν θεολογίαν, τὰ αὐτὰ δοξάζουσι τοῖς Ἑϐραίοις·
μίαν γὰρ ὑπόστασιν, καὶ μίαν φύσιν δοξάζουσι. Περὶ
δὲ τὴν ὲνανθρώπη σιν τοῦ Χριστοῦ, οὕτως ἔχουσιν. 03
πιστεύουσιν. ὃτι ἢλθεν, ἀλλ’ ὅτι μέλλει ἐλθεῖν. οὐδὲ
δτι θεὸς. ὁ ἐρχόμενος, ἀλλὰ προφήτης. Οὔτε δὲ·
ἄγγελον δοξάζουσιν εἶναι, οὔτε ψυχὴν ἀθάνατον ,
οὔτε ἀνάστασιν. Οὐ συγκατατίθενται γὰρ τοῖς
Ἑϐραίοις. ὅτι Χριστὸς μέλλει κρῖναι ζῶντας καὶ
νεκρούς. Kal ὅτι μέν εἰσιν ἄγγελοι, ἐλέγχονται ἀπὸ
τῆς Πεντατεύχουο ἐκεῖ γάρ φησιν· Ἰδοὺ ὁ ἄηθελός
μου προπορεύεται πρὸ προσώπου σου. Kal, ὅτι
ῖΑπτεαῖος Κυρίου ἐκάλεσε τὴν Ἀγαρ. Kal, ὃτι
Ἐκάλεσεν ἄπελος Κυρίου τὸν Ἀϐραάμ. Kal ὅτι
Εἷσῆλθον οι ἄγγελοι εις Σόδομα, καὶ ἕτερα τοιαῦ-
τα. Kal ὅτι ἡ ψυχὴ θνητή ἐστι, φασὶ, καὶ οὐκ ἀθά·-
νατος, μαρτυρεῖ ὁ Μωῦσῆς, εἰπὼν, Μὴ φάγεσθε
αἷμα. ἀλλ’ ἐκχεῖτε αὐτὸ κατὰ τῆς γῆς. Παντὸς γὰρ
(dion τὸ αἷμα, ἡ ψυχὴ αὑτοῦ. Ἡμεῖς δὲ πρὸς τουτο
λέγομεν. ὅτι πρῶτον μὲν οὐκ ἔστι τὸ αἷμα ἠ ψυχὴ ρ
τῶν ζώων, ἀλλ’ ἐπειδὴ τοῦ αἵματος ἐκχεομένου καλ⁸
ἡ ψυχὴ ἀπόλλυταιο ὲκ τούτου περὶ τοῦ αἵματος
κτηνῶν ἦν αὐτῷ ὁ λόγος, ἃ καὶ ἡμεῖς θνητὰ ὁμολο-
γοῦμεν εἶναι· οὐ περὶ ἀνθρώπων. Kal ἀπὸ ἱστορίας
’³ Exod. xxu', 20. " Gen. xxi, l7. ’° Gen
Ν.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.