PG 88, col. 961

ἀδικίας γενδμενον, εί καὶ αὐτὸς μὴ ἥρπασας, ἀλλὰ
σὺ ἀπολαύεις ° ἐκεῖνος ἁμαρτίαν ὲθησαύρισεν, ὀργήν
τε ἡμέρᾳ ὀργῆς, καὶ σὺ τὴν ἁμαρτίαν, καὶ τὴν ὀργὴν
ἐκληρονόμησας, καὶ ἀπαιτηθήσῃ πε pi. αὐτῶν πάντων.
Ταῦτα δὲ καὶ οἱ τῶν ἔξωθεν ἴσασιν νόμοι* οὐχὶ τοὺς
ἁρπάσαντας, καὶ ὑφελομένους ἐκείνους κελεύουσι
ἀπαιτεῖν· ἀλλὰ. . . . . . . . .
Σχόλιον Μαξίμου ιδ’.
Εἰσί τινα φύσει καλὰ παρὰ τῶν ἀνθρώπων γινό-
μενα · ἀλλ’ οὐ καλὰ πάλιν διὰ αἰτίας · οἷον νηστεία,
καὶ ἀγρυπνία, καὶ προσευχὴ, καὶ ψαλμῳδία, ἐλεη-
μοσύνή, κα1⁵ φιλοξενία, nol. ξενοδοχία, φύσει καλὰ
ἓργα εἰσὶν, ἀλλ’ ὅταν διὰ κενοδοξίαν γίνωνται, οὐκ
εστι καλά.
Σχόλιον ιε’.
’Υποκρίνεται κενόδοξος ἀοργησίαν ⁸ ὁπόταν οὖν
ταύτῃ ληφθῇ, ἀντὶ τιμῆς, ἀτιμίαν ὑφίσταται.
Σχόλιον ις’.
Φρόντισον τοῦ πάθους τούτου τοῦ κατηραμένου
τοῦ μίσγοντος ἑαυτὸ μετὰ τῶν ἀρετῶν, ἓως οὗ ἁπο-
λέσῃ αὐτάς. Ἐὰν γὰρ μὴ ὁ ἄνθρωπος ἐκκόψῃ τὸ
ἄτιμον τοῦ πάθους, οὐ δύναται προκόψαι κατὰ Θεόν ⁶
αὑτῷ γὰρ ἐξακο).ουθοῦσι πάντα τὰ κακά.
Ἄλλο, τοῦ ἁγίου Μαξίμου.
Mi) τῶν ἀνθρώπων τοῖς ἀσθενεστέροις σεαυτὸν
παραμετρει, ἀλλὰ τοῖς ὲμϐλήτοις τῆς ἀγάπης μᾶλ-
λον παραμετρῶν ’ τοῖς μὲν γὰρ παραμετρῶν, εἰς
τὸν βάθρον τῆς οἰήσεως ἐμπίπτεις ο τῇ δὲ παρατεί-
νων, ὠς τὸ ὕψος τῆς ταπεινώσεως προκόπτεις.
Σχόλιον ιζ’.
Μωμητῆς, ἤγουν ψεκτῆς.Μωμητὴ ήτοῦ Ναϐουχο-
δονόσορ μεγαλαυχία, ἀλλ’ ἐπαινετὴ ή κατὰ γνῶσιν
θεοῦ ἐπ’ ἐσχάτων μετριότης, ἥγουν ταπεινοφρο-
σύνη.
Μαξίμου ιη’.
Εἰ Θέλεις γενέσθαι ἐπιγνώμων καὶ μέτριος, καὶ
τῷ πάθει τῆς οἰήσεως μὴ δουλεύειν, ἀεὶ ζήτει ὲν
τοῖς οὖσι τί ἐστι τὸ κρυπτόμενον τῇ σῇ γνώσει’ καὶ
εὑρίσκων πάμπολλα καὶ διάφορα λανθάνοντα σε,
Θαυμάσας τε ἐπὶ τῇ σῇ γνώσει, καὶ συπελεῖς τὸ
φρόνημα, καὶ σεαυτὸν ἐπιγνοὺς, συνήσεις πολλὰ καὶ
μεγάλα πράγματα, ἐπεὶ τὸ νομίζειν εἰδέναι, οὐκ ἐᾷ
προκόπτειν είς τὸ εἰδέναι.
Σχόλιον τοῦ Ἰσαάκ ιϐ’.
Ἑκάστη ἀρετή μήτηρῆ ἐστιῆτῆς δευτέραςο ἐὰν
οὖν ἀφήσεις τὴν μητέρα Ῑιὴν γεννῶσαν τὰς ἀρετὰς,
καὶ ἀπέλθῃς ζητῆσαι τὰς Θυγατέρας πρὸ τοῦ
κτήσασθαι τὴν μητέρα αὐτῶν, ἔχιδναι εὑρίσκονται
ἓνεῖναι τῇ ψυχῇ, ’ἐὰν μὴ ῥίψῃς αὑτὰς ἀπὸ σοῦ.
(α) inclusa parenthesi in Graeco sunt abrasa.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.