PG 89, col. 1369

φωθῶσινὶ αὐτῷ. ΕΙ μὴ γὰρ συμμεταμορφωθῶσιν,
οὐ συλλαλοῦσι. Συνελὰλουν δὲ τῷ Ἰησοῦ, κατὰ τὸν
Λουκᾶν, περὶ τῆς ἐξόδου ἧς ἔμελλε πληροῦν
ἐν Ἰερουσαλήμ* καὶ ἤκουον οἱ μαθηταὶ παρ’
αὐτῶν, περὶ ὦν ἠγνόησαν ποτε λαλοῦντος αὐτοῖς
τοῦ Ἰησοῦ· ὅτε καὶ Πέτρος φρονήσας τά τῶν ἀνθρώ-
πων, ἐπετίμησε τῷ Ἰησοῦ λέγοντι. μέλλειν ἑαυτὸν
ἁποκτείνεσθαι παρὰ τῶν ἀνθρώπων, καὶ τριταῖον
ἐκ νεκρῶν ἐγείρεσθαι. Συμφθέγγονται τοίνυν, ὡς
εφην , τῷ Ἰησοῦ Μωῦσῆς καὶ Ἠλίας · τουτέστιν,
δ νόμος καὶ οἱ προφῆται, Ὅταν μεταμορφωθῶσιν
αὐτῶν οἱ λόγοι, καὶ κινηθῶσιν αἱ τοῦ νόμου σκιαὶ,
τότε καὶ πιστευθήσεται Μωῦσῆς ό θεράπων, ὁ πιστὸς
περὶ Χριστοῦ γράψας πάντα · καὶ τὴν ἔξοδον αὑτοῦ
παραστήσει τηλαυγῶς ἐκ τῶν ἰδίων λόγων, ἦν
ἔμελλε πληροῦν ἐν Ἰερουσαλήμ ⁸ τὸ δὲ πυνθάνεσθαί
τινας. πόθεν, ἧ πῶς, καὶ ἐκ τίνων σημείων ἐπι
έγνωσαν οί μαθηταὶ τοὺς προφήτας, οὗ μοι δοκεῖ
κομψὸν ἐπερώτημα καὶ ζητήσεως ἄξιον εἶναι, Καὶ
γὰρ πρὸς τοσοῦτον ὕψος χωρήσαντες, ὥστε θέας
ἀξιωθῆναι τοιαύτης, ἢν βασιλείαν οὐρανῶν ὠνόμασεν
ό ἀποκαλύψας αὐτοῖς ἐαυτὸν τοῖς προφήταις συμμε-
ταμορφούμενον, πῶς τοὺς συμμύστας εἶχον ἀγνοῆσαις
Πάντως προφῆται δὲ ἦσαν καὶ οἱ ἀπόστολοι · καὶ
προφῆται προφήταις συγγενόμενοι. μίαν καὶ τὴν
αὐτὴν ἔχουσιν [ἐπιστήμην]ο καὶ⁵ μάλιστα, παρόντος
Ἰησοῦ, καὶ φωτίζοντος τὸ ἡγεμονικὸν, καὶ μορφοῦν⁹
τος τὸν νοῦν πρὸς ἑαυτοῦ Θείαν μορφήν. Καὶ ἀπο-
κριθεὶς ὁ Πέτρος τῷ Ἰησοῦ, εἷπε · Κύριε, καλόν
ἐστιν ἡμᾶς ὧδε εἶναι σ εί θέλεις, ποιήσωμεν ὦδε
σκηνὰς τρεῖς · σοι μίαν, καὶ Μωῢσεῖ μίαν, καὶ
Ἠλίᾳ μίαν.”ῌσθετο Πέτρος τῆς διαφορᾶς τῶν νοη⁹
τῶν , ὅσα ἔχει πρὸς τὰ αἰσθητά· καὶ αἱρεῖται μᾶλ-
λον τὰ κρείττονα τῶν χειρόνων. Πλὴν οὐδέπω τελεία
γεγόνει τῶν ὀφθέντων αὺτῷ ἡ γνῶσις · ἐπεὶ οὐκ ἂν
ἐφρόντισεν ἐν τοῖς νοουμένοις σκηνῶν. Ἴσως δὲ καὶ
ἀγωνιῶν ἐτι περὶ τοῦ διδασκάλου , δι’ ὃν προειρήκει
θάνατον, περὶ οῦ καὶ οἱ ὀφθέντες συνελάλουν
τῷ Ἰησοῦ. Συμφώνως γὰρ ἐν Ἰερουσαλὴμ γενέσθαι
ταύτην ἔλεγον τὴν ἔξοδον, Διὰ τοῦτο τυχὸν ἠρώτα
τὸν διδάσκαλον ἐκεῖ μένειν μᾶλλον. καὶ μηδαμῶς
ἑαυτὸν δοῦναι τοῖς φθονοῦσι κατ’ αὐτοῦ Φαρισαίοις η ιιι.
καὶ Γραμματεῦσιν. ’ῼετο γὰρ ἴσως ἐν τῷ δρει sit
μηδένα τῶν ἐπιϐούλων ἐπ’ αὑτὸν παραγενέσθαι·
καὶ ἄλλως τὸ ἐν Ἰερουσαλὴμ γενέσθαι , καὶ ἐν ἄλ-
λῳ τόπῳ, τῶν οὐκ ἐνδεχομένων ῆν. Καλὸν οῦν ἐστιν es:
ἡμᾶς ὧδε σὺν Μωῦσεί καὶ Ἠλίᾳ εἶναι , ἢ πρὸς τοὺς
ἁνιέρους καὶ⁸ θεοκτόνους ἀπελθεῖν ἱερεῖς. Καὶ εἰ
πρδς τὸ λεγόμενον ἐπινεύσῃς, Ποιήσωμεν ὦδε, φησὶ,
τρεῖς σκηνάς-ο σοι μίαν, καὶ Μωῦσεῖ μίαν,·καὶ
Ἠλίᾳ μίαν. Ὀτι δέ φειδόμενος δῆθεν τοῦ διδασκά-
λου ἠγνόει, τῇ σωτηρίᾳ τοῦ κόσμου γινόμενος κώ-
”_ Matth. xvn, ‘2, 5. “ Luc. IX ς δί-
⁸⁶ Luc. Ix, '54.
ἒ Συμμετιιμορφ. Forte συμμεταμορφωθέντες· vel ὅτε συμμεταμορφωθὼσιν.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.