PG 89, col. 1388

ἔμϐρυα σκιρτῶσιν · ἱερεὺς δι’ ἀπιστίαν σιωπῇ κατα-
κρίνεται.
Ἀλλος ἄλλο τι τῶν ἁγίων ἀγγέλων πιστεύεται·
μόνος δὲ οὗτος, τὸ πάντων θαρρείται κεφάλαιον ο
θεὸν ἀσπόρως ὲν παρθενικῇ κυοιρορούμενον μήτρα ’
Πνεῦμα ἆγιον τῷ τόκῳ συνεργαζόμενον· τίν ἐπὶ
πάντων Πατέρα καὶ Θεὸν, τῇ Παρθένῳ λέγειν κε-
λεύοντα · Xui’pe, κεχαριτωμένη, ό [τίγριος μετὰ σοῦ.
Ὢ. φιλοτίμου κιιὶ θεῖκῆς φωνῆς· ὦ φιλανθρωπίας
ὑπερϐολῆς καὶ ἀγαθότητος · ὢ λειτουργίας ὅντως
ἁγγελικῆςο ὦ μακαρίας Παρθένου τοιούτων κατ-
αξιωθείσης ῥημάτιον ° μᾶλλον δὲ , τοιούτοις διακο-
ni- Β νήσασθαι πράγμασιν. ’Λσννξυάστως ἐκυοφόρησας·
ἁνυμφεῦτως ἁπέτεκες · μόνη Μήτηρ ὁμοῦ καὶ ιιαρ-
θένος ἐγένου. Οὐ γάρ διέκοψε τὴν παρθενίαν 6 τόκος,
οὐδὲ διέλυσε τὴν ἀφθορίαν ὴ σύλληψις. ’Λσυλον τὸ
τῆς παρθενίας κειμήλιον καὶ μετά τόκον ὲιρύλαξας.
Ἐγαλακτοτρόφησας ὡς νήπιον τὸν διδόντα τίομὶμ·
πάσῃ σαρκί. Ὑπὸ τὴν σὴν θηλὴν ήγαγες ὡς βρέ-
φος, τὸν πηγάζοντα γάλα ταῖς τικτούσαις πρὸς δια-
τροφὴν τῶν τικτομένων βρεφῶν. Καὶ γάρ μήτηρ
ἐγένου, οὐκ ἀνθρώπου ψιλοῦ, ἦ προφήτου τινὸς,
ἧ Θεὸν ἔνοικον ἔχοντος ⁸ ἀλλὰ μήτηρ ἀληθὴς τοῦ
μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
— Τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίους ποῖον
οῦς χωρῆσαι δυνήσεται; ποῖος δὲ λόγος εὑρεθήσεται
ἄξιος τῶν νοουμένων ὲρμηνεύς; μέχρι σοῦ ήκουον
γυναῖκες · Ἐν ,λύπαις τέξεσθε τέκνα · καὶ κατὰ
πασῶν, ὥσπερ τις κλήρου διδαχὴ ε, τὸ θεῖκὸν ἔτρεχε
πρόσταγμα , ἄλυτον καὶ ἀμετάθετον διαμένον. Ἀπὸ
σοῦ λοιπὸν τδ θῆλυ γένος ἀκούσει ’ Χαίρετε, γυναῖο
κες, ἀρχὴν τοῦ χαίρειν λαϐοῦσαι τὴν μόνην ὲν παρθέ-
νοις κεχαριτωμένην, τὴν καλὴν, τὴν ἄσπιλον, τήν
ἁγίαν, τὴν Θεομήτορα Μαρίαν.
ί '0 μὲν οὖν μέγας ἄγγελος τοιαῦτα τῇ Παρθένῳ
εὐαγγελίζεται, καὶ ὁμοῦ τοῖς λόγοις 6 τοῦ Θεοῦ
μονογενὴς Υἱὸς τὴν παρθενικὴν ὑπέδυ νηδύν· καὶ
ἐχώρησε γαστὴρ , ὃν οὐρανὸς οὐκ ἐχώρησεν ὅλως δ.
Ἐμϐρυον δι’ ἡμᾶς γέγονεν 6 ὑπὲρ ἡμᾶς ⁸ κατὰ μέ-
'e. Β ρος αὔξων , καὶ σωματικῶς τελειοῦμενος, 6 παντέη
λειος τοῦ Θεοῦ Λόγος, καὶ πάντα φέρων τῷ ῥήματι
τῆς δυνάμεως αὑτοῦ. Χρόνων ἀρχὴν λαμϐάνων,
6 χρόνων Ποιητής , καὶ ὑπάρχων πρὸ τῶν αἰώνων.
Ἀνθρωπος ἐγένετο 6 τῶν ἀνθρώπων Δημιουργός ο
μητέρα κτησάμενος ἐξ ἡμῶν, 6 μόνος τοῦ θεοῖ·
κατὰ φύσιν Υἱὸς, σάρκα ἐξ αὐτῆς λαϐὼν τὴν ἡμῖν
όμοούσιον.
Ἀλλ’ ἐπειδήπερ ό λόγος οὗ συναναϐαινει τοῖς θαύ-
μασιν, 066}. θνητὴ γλῶττα κατ’ ἀξίαν τὰς μεγα-
⁹⁸ Tit. ιι, l5. θ’ Psal. cr, ‘2. ' Gen. ιιι, 16.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.