PG 90, col. 936
τὰς ἐντολὰς αὑτοῦ, δι’ ὧν καὶ ἑσωζόμεθα. Ἀλλ’
ἡμεῖς ἀκούοντες τοῦ Κυρίου, λέγοντος· -Εὶσέλθετε
διὰ τῆς στενῆς πύλης, τῆς εἰσαγούσης εἰς τὴν
ζωήν · προετιμήσαμεν τὴν πλατεῖαν καὶ εὐρύχωρον,
τὴν ἀπάγουσαν εἰς τὴν ἀπώλειαν. Διὰ τοῦτο ἀκούο-
μεν, Ὅταν ὲκ τῶν οὐρανῶν παραγὶνηται κρῖναι
ζῶντας καὶ νεκρούς· Ὑπάγετε ἀπ’ ἐμοῦ, οι κατ-
ηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον , τὸ ἡτοιμασμέ-
νον τῷ διαϐόλῳ καὶ τοῖς ἀγγέλοις αὑτοῦ.
λ’. Καὶ ταῦτα ἀκούομεν, οὐχ ὡς κακῶς πράξαν-
τες, ἀλλ’ ὡς τῶν καλῶν ἀμελήσαντες, καὶ τὸν πλη-
σίον μὴ ἀγαπήσαντες. El δὲ καὶ. κακὰ ἐπράξαμεν, πῶς
ὑποῐσομεν τὴν ἡμέραν εκείνην, οὕτως ἀμελῶς δια-
κείμενοις Πλὴν τὸ, Οὺ μοιχεύσεις, οὐ κλέψεις,
οὐ φονεύσεις, καὶ τὰ ἑξῆς, τοῖς ἀρχαίοις ἐρρέθη
διὰ Μωῦσέως· ὁ δὲ Κύριος, εἰδὼς ὅτι οὐκ ἀρκεῖ τῷ
Χριστιανῷὴ τούτων μόνον τήρησις πρὸς τελείωσιν,
ἔλεγεν· Ἀμὴν λέγω ὑμῖν, ὅτι Ὲίιν μὴ περισσεύ-
σῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν Γραιιματέων
καὶ Φαρισαίων, οὺ μὴ εἰσέλθητε εις τὴν ,βασι-
λείαν τῶν οὐρανῶν. Διὰ τοῦτο ἄιω καὶ κάτω τὸν
τῆς ψυχῆς ἁγιασμδν, δι’ ἢν καὶ τὸ σῶμα ἁγιάζεται,
καὶ τὴν πρὸς πάντας ἀνθρώπους εἰλικρινῆ ἀγάπην
ἐνομοθέτησε, δι’ ὧν καὶ τὴν εἰς αὑτὸν ἀγάπην κτή-
σασθαι δυνάμεθα · καὶ ἑαυτὸν τύπον μέχρι θανάτου,
καὶ τοὺς αὑτοῦ μαθητὰς ἡμῖν παρέσχεν, ὡς πολ-
λάκις εἴρηται.
λα’. Ποίαν οὖν ἀπολογίαν ἕξομεν ὲν τῇ ἡμέρᾳ
ἐκείνῃ, τοιοῦτον ὑπόδειγμα ἔχοντες, καὶ οὕτως ἀμε-
λοῦντες; Ἦμᾶς θρηνῶν Ἱερεμίας τοὺς τοσαύτης
χάριτος ἀξιωθέντας, καὶ οὓτως ἀμελῶς διακειμέ-
νους, μᾶλλον δὲ, πάσης κακίας πεπληρωμένους,
ἐλεγε- Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς
ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι
τὸν· λαὸν τοῦτον ἡμέρας καὶ ’νυκτός ; Περὶ ἡμᾶς
lFr. περὶ ἡμῶν] ἐγὼ ἀκούω καὶ τοῦ Μωῡσέως λέ-
γοντος · Καὶ ἔφαγεν Ἰακὼϐ, καὶ ἐνεπλήσθη· καὶ
ἀπελάκτισεν ό ’ὴγαπημένος’ ὲλιπὰνθη, ἐπαχύνθη,
ἑπλιιτύνθη , καὶ ἐγκατέλιπε Θεὸν τὸν ποιήσοντα
αὺτὸν,καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ. Καὶ
τοῦ Μιχαίου θρηνοῦντος καὶ λέγοντος· Οἴμοι ψυχήί
ὅτι ἀπόλωλεν εὐλαϐὴς ἀπὸ τῆς γῆς, καὶ ὀ κατορ-
θῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Ἕκαστος τὸν
πλησίον αὑτοῦ θλίϐουσιν ἐκθλιϐῇ· ἐπὶ τὸ κακὸν
τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσι. Καὶ τοῦ Ψαλμῳδοῦ
ὁμοίως περὶ ἡμῶν λέγοντος· Σῶσόν με, Κύριε, ὅτι
ἐκλέλοιπεν ὅσιος· ὅτι ὠλιγώρησαν al ἀλήθειαι
ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων, καὶ τὰ λοιπά.
λβ’. Προφητικῶς καὶ ὁ Ἀπόστολος θρηνῶν ἡμᾶς.
ἑλεγεν’ Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἐστιν
ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὀ λάρυγξ αὐτῶνθ
τοῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. ἰὸς ἀσπίδων
⁷¹ Matth. v, 28. " ibid. 20. " εἰει-τω.
⁷⁰ Matth. xxv. ιι.