PG 92, col. 1337

Χαῖρε, δι’ ἧς ήὰρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις.
Χαῖρε, τῶν δακρύων τῆς Εὔας ἠ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάδατον ἀνθρωπίνοις λογισμοῖς.
Χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλ-
μοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα. ‘
Χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον.
Χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δέ ἧς νεουργείταιὴ κτίσις.
Χαῖρε, δι’ ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, δι’ ἧς προσκυνεῖται ὁ Πλάστης.
Χαῖρε, νύμφη ἁνύμφευτε.
Βλέπουσα ἡ ἁγία ἑαυτὴν ἓν ἁγνεία, φησὶ τῷ Γ α-
ϐριὴλ θαρσαλέως · Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσ-
παράδεκτὸν μου τῇ ψυχῇ φαίνεται ο ἀσπόρου γὰρ συλ-
λήψεως τὴν κύησιν πῶς λέγεις, κράζων·
Ἀλληλούῖα ;
Γνῶσιν ἄγνωστον γνῶναιὴ Παρθένος ζητοῦσα,
ὶῦὀησε πρὸς τὸν λειτουργοῦντα ο Ἐκ λαγόνων ἁγνῶν
υἱὸν πῶς ἔστι τεχθῆναι δυνατόνς λέξον μοι’ πρὸς ἡν
ἐκεῖνος ἔφησεν ὲν φόϐῳ, πλὴν κραυγάζων οὕτω ⁸
Χαῖρε, βουλῆς ἀπορρήτου μύστις.
Χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοί-.
μιΧαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
Χαῖρε, κλίμαξ ὲπουράνιε, δι’ ἦς κατέϐη ὁ Θεός.
Χαῖρε, γέφυρα μετάγουσα τοὺς ὲκ γῆς πρδς ούρα-
νόν.
Χαῖρε, τὸ τῶν ἀγγέλων πολυθρύλλητον θαῦμα.
Χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τὸ φῶς ἀρρήτως γεννήσασα.
Χαῖρε. τὺ πῶς μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερϐαίνουσα γνῶσιν.
Χαῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χαῖρε, νύμφη άνύμφευτε.
Δύναμις τοῦ Ὑψίστου ὲπεσκίασε τότε πρὸς σύλ-
ληψιν τῇ ἁπειρογάμῳ ο καὶ τὴν εὔκαρπον ταύτης
νήδὺν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσ
θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως ⁸
Ἀλληλούῖα.
Ἐχουσα θεοδόχον ἠ Παρθένος τὴν μήτραν, ἀν’
έδραμε πρὸς τὴν Έλισάϐετ· τὸ δὲ βρέφος ἐκείνης
εὐθὺς ἑπιγνοὺν τὸν ταύτης ἀσπασμὸν ἔχαιρε, καὶ
ἃ) μασιν, ὡς ᾅσμασιν ὲδόα πρὸς Θεοτόκον ν
Χαῖρε, βλαστοῦ άμαράντου κλῆμα.
Χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.
Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον.
Χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡ μῶν φύουσα.
Χαῖρι. ἄρουρα βλαστάνοντα εὐφορίαν οἰκτιρμῶν.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.