PG 93, col. 1184

ὑπὲρ ἦς συγγνώμην παρὰ τοῦ Θεοῦ πρεσϐευόμεθα.
ι Ἐνεπάγησαν ἔθνη ὲν διαφθορᾷ, ᾖ ἐποίησαν. ι
Ἔθνη ξὲ ἐνταῦθα προσαγορεύει τῶν δαιμόνων τὸ
στῖφος. Οὗτοι γὰρ τὸν σῳτήριον σταυρὸν τεκτηνά-
μενοι, διὰ τούτου τῆς τυραννίδος ἐξέπεσαν, καὶ ἐν
παγίδι ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν, καὶ ἐν
τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτω-
λός.
ι Ἀποστραφήτωσαν οί ἁμαρτωλοί. ι
Ἀμαρτωλῶν πολλὰ γένη, ὥσπερ δὴ καὶ δικαίων,
γνωρίζεται. Ἐνταῦθα δὲ ἁμαρτωλοὺς τοὺς ἀπίστους
καλεῖ, οὓς καὶ λήθην τοῦ Θεοῦ παθεῖν ἔφησεν.”ασπερ
τοίνυν οι πιστεύοντες εις τὸν Θεὺν ζῶσι, κᾶν ἀπο-
θάνωσιν· '0 γὰρ πιστεύων εις ἐμὲ, φησὶνὸ Χριστὸς,
κᾶν ἀποθάνῃ, ζήσεται, οὓτως οἱ ἀπιστοῦντες. καὶ
πρὶν ἀποθανεῖν, διὰ τὴν ἀπόφασιν τὴν ὑπ’ αὺτοῖς,
τεθνήκασιν.
ι Ἀνάστηθι, Κύριε. ι
Ἐρωτᾷ ποίαν ὁ Θεὸς τοῦ ἀσεϐοῦς, δηλαδὴ τοῦ δια-
ϐόλου, ἢ καὶ τοῦ λίαν ἀσεϐοῦντος ἀνθρώπου, ἁμαρ-
τίαν ἀποστρέφεται μάλιστα· εἶτα αὐτὸς ἐπαγαγὼν
τὴν ἐρώτησιν, ἔλυσεν. Εἶπεν γὰρ ὲν καρδίᾳ αὑτοῦ,
Οὐκ ἐκζητήσει. Συκοφαντεῖ τὸν Θεὸν, φησὶν, ὠς
ἀπρονόητα καὶ ἀνεξιχνίαστα εῖναι συγχωροῦντα τὰ
ἡμέτερα · ὅπερ ἀπωλείας προτροπὴ τοῖς ἀπατωμέ-
vat; εὑρίσκεται · τοιγαροῦν ἀκολούθως προσέθηκε ⁸
ι Σοὶ ἐγκαταλέλειπται ὀ πτωχός. ι
Ψ ΑΛΜΟΣ IB’.
” ι”Εως πότε, Κύριε, ἐπιλήσῃ με; ι
Θεοῦ γὰρ λήθη χαλεπὴ μὲν, καὶ πρόσκαιρος· ἀλλὰ
μὴν θάνατον ἐπιφέρει παντελῆ καὶ ἀθάνατον.
«Ἕως πότε ὑψωθήσεται ό ἐχθρός ι
’Ὕψος γὰρ τοῦ Σατανᾶ, ή τῶν ἀνθρώπων ταπείνω-
σις. Καθάπερ γὰρ ὁ Θεὸς ὲν τῇ σωτηρίᾳ ὑψοῦσθαι τῇ
ἡμετέρα, οὕτως ό διάϐολος ὲν τῇ ἀπωλείᾳ ἐπαίρεσθαι
λέγεται.
ΨΑ ΛΜΟΣ IA'.
ι Λαλῶν ἀλήθειαν ὲν καρδίᾳ αὑτοῦ. ι
Πρότερον ἀληθεύειν fiuit; ἱατὰ καρδίαν, καὶ μετὰ
ταῦτα κατὰ τὴν γλῶσσαν βούλεται. Ἐκ γὰρ τοῦ πε-
ρισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ, Ἐν δὲ
τῷ εἰπεῖν, Οὐκ ἐποίησε τῷ πλησίον κακὸν, ἐνταῦθα.
οὺ φόνου μόνον, ἀλλὰ καὶ πάσης ἄλλης ἁμαρτίας
ἐκώλυσεν.
ι Καὶ ὀνειδισμὸν οὐκ ἐλαϐεν, ι
Τοὺς δὲ ἕγγιστα,ῶσπερ ἡμεῖς, ἁμαρτωλοὺς καὶ
ἀσθενεῖς νοήσομεν, ἵνα μὴ ἁμαρτωλοὶ ἁμαρτίαν ἑτέ-
ροις ὀνειδίζωμεν, νουθετῶμεν δὲ μᾶλλον ἀλλήλους,
καὶ διδάσκωμεν.
ι Τοὺς δὲ φοϐουμένους τὸν Κύριον δοξάζει. ι

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.