PG 93, col. 1580

ἀλλ’ οἱ πᾶντολμοι ἀρχιερεῖς καὶ πρεσϐύτεροι ἔλεγον ·
Δὸς δόξαν τῷ Θεῷ · ἡμεῖς οἴδαμεν ὅτι ό ἀνθρω-
ττος οὗτος ἁμαρτωλός ἐστιν. Καὶ αὖθις δὲ ἐπὶ τῇ
θυγατρὶ τοῦ ἀρχισυναγώγου, ὁ μὲν πατὴρ τῆς
κόρης πίστει ἑλκόμενος, τὸν Ἰησοῦν μεταπέμπεται·
σαφῶς δὲ γινώσκουσα ἠ ζωὴ, ὡς διὰ τῆς αὐτοῦ
παρουσίας δραπετεύςει ὀ θάνατος, ὕπνον ἀπεκάλει
τὸ πάθοςηκαὶ οὐχ). θάνατον· ol δὲ ἀνόητοι ὄντες,
καταγελᾷ-ι οὐ παρῃτσῦντο, τοῦ τὸν Θάνατον φυγα-
δεύοντος, καὶ πρὸς ζωὴν ἐπανάγοντος. Καὶ ὲν αὐτῷ
δὲ τῷ σωτηρίῳ σταυρῷ, ὁ μὲν τῶν λῃστῶν ὀνειδί-
B ζων ἔλεγεν· ΕΖ Υἱὸς εἷ τοῦ Θεωῦ, σῶσον σεαυτὸν
καὶ ἡμᾶς’ ὁ δὲ τούναντίον ἐκείνῳ μὲν ἐπ;τὶμησεν
τὰ δέοντα” στραφεὶς δὲ πρὸς τὸν Κύριον, ἔλεγεν·
Μνήσθητι μου, ὅταν ἔλθῃς ἑν τῇ ,ϐασιλείᾳ σὸν.
Ὀοεν δικαίως τῶν τῆς εὐγνωμοσύνης αὑτοῦ ῥημά-
των κομίζεται τὸν παράδεισον. Βλέπεις ἑκουσίως ἐξ
ἀπιστίας πίπτοντας. καὶ ἑκουσίως ἀνισταμένους ἐκ
πίστεως; Πλὴν καὶ ἑτέρως ἡ προφητεία τοῦ Συ-
μεὼνπεπλήρωται. 'll γὰρ τοῦ Σωτῆρος κατὰ σαρκα
οἰκονομία, πτῶσις μὲν τῷ διαϐόλῳ γέγονεν xa‘t
τοῖς ἀκαθάρτοις δαίμοσιν, ἀνάστασις δὲ τῶν ὑπ’
αὐτοῦ καταϐεδλημέκων, καὶ ὑπὸ τὴν τοῦ Θανάτου
τυραννίδα γεγενημένων. Βλέπεις πῶς κεῖται τὸ
βρέφος εὶς πτῶσιν καὶ ἀνάστασιν πολλῶ-λς ἀλλὰ
καὶ εὶς σημεῖον ἀντιλεγόμενον. Καί ἐπὶ τούτου
δὲ ἀρμὸσειεν τὰ ἀνωτέρω ρηθέντα. Ol μὲν γὰρ
ἀπιστοῦντες, ἀντιλέγουσι παντως· οἱ δὲ πιστεύοντες,
Kal σοῦ δὲ αὐτῆς τὴν ψυχὴν, φησὶν, διελεύ-
σεται ρι)]ιραία.⁷Ρομφαίαν δὲ οἶμαι λέγεσθαι, τὴν
ἐπὶ τοῦ σταυροῦ γενομένην τῇ ἁγίᾳ Παρθένῳ διὰ τῆς
λύπης δοκιμασίαν. Διῆλοεν γὰρ αὐτὴν ἀϐλαϐῶς ὡς
ἐν παρόδῳ, μὴ πλήξασα. Καὶβθπως δὲ ἀποκαλυ-
φθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. Πάντων
γὰρ τοὺς λογισμοὺς τὸ σωτήριον πάθος τοῦ Κυρίου,
δοκιμαστικῶς ὲξεκάλυψεν. Οἱ μὲν γὰρ βεδαιόπιστοι,
εὶ καὶ τυχὸν ὼς ἄνθρωποι ὲκλονήθησαν, ἀλλ’ οὐκ
ἀπήλπισαν παντελῶς. ’Λνιέ μενον γὰρ τὴν τοῦ Σωτῆρος
ἀνάστασιν· καθάπερ ἀμέλει αϊ τε γυναῖκες αἱ τὸ
μνῆμα καταλαϐοῦσαι, καὶ οἱ Θεσπέσιοι μαθηταί. υἱ
δὲ πεπλανημένην τὴν πῖστιν ἔχοντες, καθάπερ οἱ
ἐπὶ τὰ πετρώδη σπαρέντες , μὴ ἐνέγκαντες τῶν πει-
ρασμῶν τὸν καύσωνα, καὶ ὃ εἶχον μικρξν τῆς πε-
στεως λείψανον , ἀπὸ μικροψυχίας ἀπώλεσαν. Καὶ
πέρας μὲν ὦδε ἐχέτω ἠ τοῦ Συμεὼν προφητεία.
Αὺτῇ δὲ, φησιν, τῇ (Iw; ἐπιστᾶσα καὶ ἡ προβῆ-
uc ἢ σώφρων, xal ἐν νηστείᾳ καὶ δεήσει προσ-
“apte-peior; τῷ ναῷ Ἀννασ ὴ γηραιὰ μὲν τῷ σώ-
ματι“ τῇ δὲ πίστει νεάζουσα· Ἀιθωμολογεῖτο τῶ
Θεῷ, εὐχαριστοῦσα καὶ αὐτή δηλονότι, καῡὸ τῆς
τοιαύτης καὶ τοσαύτης ἠξιώθη χάριτος, εἰς τὸ καὶ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.