PG 93, col. 32

καὶ εἶπε πρὸς Ἰώδ Οἰ ἱππεῖς ἐποίησαν ἡμῖν κεφα-
λὰς τρεῖς , καὶ ἐκύκλωσαν τὰς καμήλους, καὶ
ἡχμαλώτευσαν αὐτὰς, καὶ τοὺς παῖδας ἀπέκτειναν
ἐν μαχαίραις· ἐσώθην δὲ ἐγὼ μόνος, καὶ ἦλθον τοῦ
ἀπαγγεῖλαί σοι. »
7Ἡ πάλιν κάτωθεν ἀγγελία τοῦ πολέμου, ὡς ἄν
ἀπείπῃ, καὶ ὑπὸ Θεοῦ, καὶ ὑπὸ ἀνθρώπων πολεμού-
μενος. Τὸ δὲ, κεφαλὰς τρεῖς, ἀντὶ τοῦ, διέταξαν
ἑαυτοὺς οἱ πολέμιοι εἰς ἀρχὰς καὶ τάγματα τρία.
Οὕτω γὰρ Ἀκύλας ἐκδέδωκεν· Οἰ Χαδαῖοι ἔθηκαν
καδʼ ἡμῶν τρεῖς ἀρχάς. Σώζεσθαι δὲ πάλιν μόνον
φησὶ τῶν συμφορῶν ἀγγελιαφόρον· προσέθηκε δὲ
καὶ τῶν ἀνθρώπων τήν ἀναίρεσιν, ἐφʼ ἢ μάλιστα
ἀλγοῦσιν οἱ δίκαιοι.
« Ἐτι τούτου λαλοῦντος, ἄλλος ἄγγελος ἔρχεται,
λέγων τῷ Ἰώβ Τῶν υἴῶν σου, καὶ τῶν θυγατέρων
σου, ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐ-
τῶν τῷ πρεσβυτέρῳ, ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν
ἐκ τῆς ἐρήμου, καὶ ἤψατο τῶν τεσσάρων γωνιῶν
τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου,
καὶ ἐτελεύτησαν, ἐσώθην δὲ ἐγὼ μόνος, καὶ ἦλθον
τοῦ ἀπαγγεῖλαί σοι. »
Θεώρει δὲ κὰνταῦθα τοῦ διαβόλου τὴν πικρίαν,
καὶ ἐπισήμηναι τὸ ἐπιτηδευμένον τῆς ἀγγελίας,πῶς
ὀνομαστὶ τῆς γονῆς μέμνηται, μονονουχὶ τὴν φύσιν
αὐτὴν τοῦ δικαίου πλήττων. Οὐ γὰρ εἶπεν· Ἐπεσεν
ἐπὶ πάντας τοὺς ἔνδον, καίτοιγε πᾶσιν εἶς ἐγένετο
τάφος ἡ οἰκία, καὶ πάντας ἀπέκτεινεν, ἐξ ὦν αὐτὸς,
φησὶν, ἐσώθην δὲ ἐγὼ μόνος· ἀλλʼ ἰδικῶς φησιν
Ἐπεσεν ἐπὶ τὰ παιδία σου, τῆς φύσεως ἀναμιμνή-
σκων, καὶ καιρίας αὐτῷ διδοὺς τὰς πληγάς. Σεμνύ-
νει καὶ τὸ συμπόσιον, παρὰ μὲν τῷ ἀδελφῷ πρε-
σβυτέρῳ λέγων γίνεσθαι, αὐτοὺς δὲ κατευφραίνε-
σθαι, καὶ ἐξαίφνης ἐξελθεῖν ἄνεμον μέγαν ἐκ τῆς
ἐρήμου, καὶ δλλης μὲν οἰκίας μὴ ἅψασθαι, μόνοs
δὲ ἐκείνην, ἔνθα οἱ παῖδες εὐωχοῦντο, κατασεῖσαι.
ὰιν δὲ θεήλατον ἔπλασε τὴν συμφοράν· δύο μττ
ππολεμίων σχηματίσας ἐφόδους· δύο δὲ ἐκ Θεοῦ, τήν
τε τοῦ πυρὸς, καὶ τοῦ ἀνέμου,τελευταίαν δὲ τὴν τῶν
παίδων ἀναίρεσιν ἐπαγαγὼν, μόνων σωζομένor
ἀγγέλων, τὸ παράδοξον, εἰς ἀμηχανίαν, καὶ σύγ-
χυσιν, καὶ τὴν κατὰ Θεοῦ βλασφημίαν ὑπερεθίζων
τὸν δίκαιον.
«Οὕτως ἀκούσας Ἰὼβ, ἀναστὰς διέῤῤηξε τὰ ἱμάτια
αὐτοῦ, καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ.»
Ἐπὶ μὲν ταῖς προτέραις ἀγγελίαις σύννους ἦν,
ὡς εἰκὸς, καὶ ἐθαύμαζε τὰ γινόμενα. Ὡς δὲ τὴν τῶν
πολλῶν καὶ ὡραίων παίδων ἀθρόαν ἤκουσε τελευτὴν,
ἵνα μή τις ἀνάλγητος εἶναι δόξῃ, καὶ ἀσnμπαθὴς,
ἀποδίδωσι τῇ φύσει τὸ χρέος., καὶ διαῤῥήσσει μὲν
τὴν ἐσθῆτα, κείρεται δὲ τὴν κόμην πενθικῶς. Οὐ
γὰρ ἐν τῷ μὴ πάσχειν ἡ νίκη, ἀλλʼ ἐν τῷ πάσχοντι
καρτερτῖν.
vAIRIE LECTONES.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.