PG 94, col. 1241

μσς διακελεύεται; Ἀλλ’ οὐκ ἐστιν οὕτω ταῦτα , οὐκ
ἔστι · καιρὸς δὲ μᾶλλον τῷ παντὶ πράγματι.
ις’. Πάλαι μὲν 6 Θεὸς, 6 ἀσώματός τε καὶ ἀσχη-
μάτιστος, οὐδαμῶς είκονίζετο. Νῦν δὲ σαρκὶ ὀφθέντος
Θεοῦ, καὶ τοῖς ἀνθρώποις ωναναστραφέντος, είκο-
νίζω Θεοῦ τὸ ὁρώμενον. Οὐ προσκυνῶ τῇ ὕλῃ, προσ-
κυνῶ δὲ τὸν τῆς ὕλης δημιουργὸν , τὸν ὕλην δι’ ἐμὲ
γενόμενον, καὶ ὲν ὕλῃ κατοικῆσαι καταδεξάμενον,
καὶ δι’ ὕλης τὴν σωτηρίαν μου ἐργασάμενον , καὶ
σέϐων οὐ παύσομαι τὴν ὕλην, δι’ ἧς ἡ σωτηρία μου
εἴργασται · σέϐω δὲ οὐχ ὡς Θεόν · ἄπαγε · πῶς γὰρ
τὸ ἐξ οὐκ ὄντων τὴν γένεσιν ἑσχηκδς , Θεός; Ei καὶ
τὸ τοῦ Θεοῦ σῶμα Θεὸς, διὰ τὴν καθ’ ὑπόστασιν
ἕνωσιν γεγονὸς ἀμεταϐλήτως ὅπερ τὸ χρίσαν, καὶ
μεῖναν ὅπερ ἦν τῇ φύσει, σὰρξ ἐψυχωμένη ψυχῇ
λογικῇ τε καὶ νοερᾷ , ἠργμένη , οὐκ ᾶκτιστος. Τὴν
δέ γε λοιπὴν ὕλην σέϐω, καὶ δι’ αἰδοῦς ἄγω, δι’ ἦς
η σωτηρία μου γέγονεν, ὠς θείας ἐνεργείας καὶ χά-
ριτος ἔμπλεων. Ἦ οὐχ ὕλη τὸ τοῦ σταυροῦ ξύλον, τὸ
τρισόλϐιον καί τρισμακάριστον ; Ἢ οὐχ ὕλη τδ ὅρος
τὸ σεπτὸν καὶ ἅγιον ; '0 τοῦ Κρανίου τόπος; Ἦ ούχ
ὕλη ἠ φερέσϐιος πέτρα καὶ ζωηφόρος, 6 τάφος 6
ἆγιος, ὴ πηγὴ τῆς ἡμῶν άναστάσεως; Ἢ οὐχ ὕλη
τὸ μέλαν, καὶ ἡ τῶν Εὕαγγελίων παναγία βίϐλος;
Ἢ οὐχ ὕλη ἡ ζωηφόρος τράπεζα, ή τὸνυάρτον ἡμῖν C
τῆς ζωῆς χορηγοῦσα ; Ἦ οὐχ ὕλη , 6 χρυσός τε καὶ
6 ἄργυρος, ἐξ ὧν σταυροὶ καὶ πίνακες κατασκευά-
ζονται, καὶ ποτήρια; Ἢ οὑχ ὕλη πρὸ τούτων ἀπάν-
των τὺ τοῦ Κυρίου ἡμῶν σῶμα καὶ αἷμα ; Ἢ πάν-
των τούτων ἄνελε τὺ σέϐας καὶ τὴν προσκύνησιν, ἢ
παραχώρει τῇ ὲκκλησιαστικῇ παραδόσει καὶ τὴν
(τῶν εἰκόνων προσκύνησιν, Θεοῦ καὶ φίλων Θεοῦ ὀνό-
ματι άγιαζομένων, καὶ διὰ τοῦτο θείου Πνεύματος
ἑπισκιαζομένων χάριτι. Μὴ κάκιζε τὴν ὕλην ’ οὐ γὰρ
ἄτιμος. Οὐδὲν γὰρ ἄτιμον, ὃ παρὰ Θεοῦ γεγένηται.
Τῶν Μανιχαίων τοῦτο τὸ φρόνημα ο μόνον δὲ ἄτι-
μον, 6 μὴ τὴν αἰτίαν ἔσχεν ἐκ Θεοῦ, ἀλλ’ ἡμέτερόν
ἐστιν εὕρεμα, τῇ ὲκ τοῦ κατὰ φύσιν είς τὸ παρὰ
φύσιν αὑτεξουσίῳ ὲκκλίσει τε καὶ ῥοπῇ τοῦ θελήμα-
τος, τουτέστιν ἡ ἁμαρτία. Εἰ διὰ τὸν νόμον τὰς είς
κόνας ἀτιμάζεις, καὶ ἀπαγορεύεις, ὡς ἐξ ὕλης κατ-
εσκευασμένας, ὅρα τί φησιν ἡ Γραφή ο Καὶ ὲλάλησε
Κύριος πρὸς Μωῦσῆν, λέγων’ Ἰδοὺ ἅνακέκληκα ἐξ
ὀνόματος Βεσελεὴλ τὸν τοῦ Ὠρ, ὲκ φυλῆς Ἰούδα. Καὶ
Ἐνέπλησα αὐτὸν πνεῦμα θετον, σοφίας, καὶ συνέσεως,
καὶ ἐπιστήμης ὲν παντὶ ἔργῳ διανοεῖσθαι, καὶ ἀρχι-
τεκτονεῖν, καὶ ἐργάζεσθαι τὸ χρυσίον, καὶτὸ ἀργύ-
ριον, καὶ τὸν χαλκὸν , καὶ τὴν ὑάκινθον, καὶ τὴν
πορφύραν, καὶτὸ κόκκινον τὸ νηστὸν, καὶ τὴν βύσ-
σον τὴν κεκλωσμένην,κα“ι τὰ λιθουργικὰ είς τὰ ἔργα,
καὶτὰ τεκτονικά είς τά ξύλα, ἐργάξεσθαι κατὰ
"llcbr. κ, 1. ⁸⁷ Eccli. ιι, Ι. ⁸⁸ l Tim. 5, 10.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.