PG 94, col. 1436

α’. Οὐδὲ τὸ καλὸν, ὅτε μὴ καλῶς γένηται· σοφῶν
5ῆσις σοφή τίς ἐστι. Μαρτυρεῖ δὲ καὶ τοῖς Ἐϐραίων
παισὶν ὁ θεῖος Ἀπόστολος, ὡς ζῆλον μὲν Θεοῦ ἔχουσιν,
Ξιλλ* οὐ κατ’ ἐπίγνωσιν · οὐκ ὲν ἐπαίνῳ τὴν μαρτυ-
ρίαν τιθεὶς, ἀλλὰ δήπου μεμφόμενος. Καλὸν ὁ ζῆλος
τῆς εὐσεϐείας, ἀλλ’ ἀγάπῃ συγκεκραμένος. Στυγητδν
ἡ κακία, ἀλλ’ ἐλέους 6 ταύτην δεχόμενος ἄξιος· μισῶ
τὴν σηπεδόνα, τὸ μέλος δὲ περιέπω, ἕως οὔπω τέλεον
ἄχρηστον· καὶ πάντα μὲν δὴ κάλων κινῶ, τὸ δὴ λε-
γόμενον, καὶ τέχνην ἀνιχνεύω ἃπασαν, καὶ ἀλεξίκα-
κον μηχανῶμαι φάρμακον, καὶ Θεὸν ἐπιϐοῶμαι.
συνέριθον, αἰδοῖ καὶ πόθῳ τοῦ ὁμοφύλου καὶ τῆς
ὁμωνυμίας βαλλόμενος, καὶ τὸν θύραθεν μῶμον ἀπο-
σειόμενος. El μὲν οὖν πείσω τὴν ὑγείαν, τῷ δεδωκότι
χάρις τῆς ὑγείας · εἰ δὲ μὴ πείσω ο ἰατταταιὰξ τῶν
κακῶνί τομῇ τὺ ποθούμενον παραδίδωμι· ἀλγῶν
μὲν, ἀλλ’ ὅμως ἐκδίδωμι, φεύγων τὴν συνουσίαν, ὼς
ἂν μὴ διανεμηθείη τὸ κακὸν, ὡς πλείονα γενέσθαι «rei
ἀχρειοὺμενα , καὶ μετὰ τοῦ προφήτου οὐκ ἐπιτωθά-
ζων, ἀλλ’ ὀδυρόμενος φεύγομαι. ι ’ἰατρεύσαμεν τὴν
Βαϐυλῶνα, καὶ aiax ἰάθη. ι Καὶ τὴν αἰτίαν ι
‹ Οὔκ ἠθέλησεν. ι Αὑθὰς ἦ τε νόσος καὶ τῆς θερα·
πείας ἡ εἰσδοχή · ταῦτά με πρὸς τὸ γράφειν παρώρ-
μησεν. Οὑκ ἔρις, οὐ ζῆλος, οὐκ ἔλεγχος, οὺ“νίκη;
ἔφεσις, οὐκ ἐπιδείξεως τρόπος, οὐ μίσος · ἀλλ’ ἕλεος
ἐκ πόθου θείου καὶ τοῦ πλησίου ὁρμώμενος. ι Ἐὰν
γὰρ ὑποστείλῃ, φησιν, οὐκ εὐδοκεῖ ὲν σοὶ ἠ ψυχή
μου. ι Εἰς τοῦτο γὰρ ἡμᾶς ὁ Θεὸς ἔθετο, παρακαλεῖν,
νουθετεῖν, ἐπιστρέφειν, φιλοκαλεῖν, σκάπτειν, κόπρον
περιτιθέναι, θεραπεύειν τὴν ἁμαρτίαν δ. ’Δκαρπίαν.
δὲ καλ¹ τὴν κακοκαρπίαν φαμὲν, ὥσπερ ἄφωνον τραγ-
ῳδδν, τὸν κακόφωνον. ι Οὐαὶ γάρ μοι ἐὰν μὴ εὐαγ-
γελίζωμαι, ι καὶ¹ εἰ κατορύξαι) τὸ τάλαντον, ἀχρεῖος
καὶ πονηρὶις διὰ τὸν ὄκνον γινόμενος, ἁποπεμφθήσο-
VARLE LECTIONES.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.