PG 94, col. 1452

τασίας ἐκ τῶν ὄντων τὰ μηδαμῶς ὄντα συντιθεῖσα
καὶ άναπλάττουσα , ὡς ἡ τῶν ίπποκενταύρων καὶ
τραγελάφων μυθοπλαστία πρᾶγμα οὖν ι σημαίνει,
ἢ ψιλὴ φωνὴ ἄσημός ἐστι, ὡς σκίνδαψος καὶ τὸ
βλίτυρι. Et μὲν οὖν τὸ δεύτερον, φαντασία καί
φενακισμὸς τὸ τῆς οἰκονομίας μυστήριον. Et δὲ τὸ
πρότερον, δύο δὲ κατ’ ἐπίνοιαν τὰς ’φύσεις Θεωρεῖτε·
ὄντων δὲ ἡ θεωρία · τί τὰ ὄντα μὴ ἀριθμεῖτες ὃ·
που γε οἱ Πατέρες οἱ ἅγιοι , οὑ τὰς φύσεις, τὴν δὲ
τούτων διάστασιν κατ’ ἐπίνοιαν εἷπονς Ἠνίκα γὰρ
αἱ φύσεις, φησὶ, διίστανται ταῖς ἐπινοίαις; Εἰ οὖν
τῇ ἐπινοίᾳ αἱ φύσεις διίστανται, δῆλον ὼς οὑκ ἐν·
εργείᾳ , οὑδὲ ὑπάρξει τὸ ἐπινοίᾳ · εί γὰρ τὸ ἐπινοίᾳ
ὑπάρξει, ἐπινοίᾳ δὲ 6 Πατὴρι τὴν διάστασιν ἔφη,
ἐνεργείᾳ καὶ ὑπάρξει φησὶ τὴν διάστασιν, ὅπερ
ἀμήχανον. Ὑμεῖς τοιγαροῦν ἐπινοίᾳ. τὴν θεότητα
καὶ τὴν ἅνθρωπότητα ἐν τῷ Χριστῷ μετὰ τὴν ἐνω-
σιν λέγοντες , οὑκ ἐνεργείᾳ, οὑδὲ πράγματι ταύτας
ὁμολογεῖτεο οὐκοῦν οὔτε Θεὸς ἔσται καθ’ ὑμᾶς ἀλη-
θείᾳ, οὔτε ὑπάρξει , οὐδὲ ἄνθρωπος, ἀλλά τι παρὰ
ταῦτα ἕτερον.
λ’. Καὶ πάλιν , εἰ θεωρίαν¹¹ φατέ δύο τοῦ Χρι-
στοῦ τὰς φύσεις · περὶ τὰ ὅντα δὲ ἠ Θεωρία, ὡς οἱ
ταῦτα δεινοὶ διειλήφασιν · εἰσὶ πάντως αἱ Χριστοῦ
φύσεις. Καὶ εί εἰσὶ, τί τὸν ἀριθμὸν ὥσπερ τι μορ-
μολύκειον φεύγετε ;
· λα’. Et δέ φατε, ὡς 6 λέγων δύο φύσεις διαιριῖ
τὴν οἰκονομίαν , καὶ δύο λέγει Χριστούς ο ἄρα καὶ
6 ἐκ δύο φύσεων τὴν ἕνωσιν λέγων, ὲκ δύο Χριστὸν
φήσει καὶ ἐνωσιν.
λβ’. Εἰ τὸ λέγειν δύο φύσεις διαιρεῖ τὸν Χριστὸν,
ἐν δὲ τῇ ἐνώσει δύο φύσεις φατὲ, ἐν τῇ ἑνώσει
διαιρεῖτε τὴν ἐνωσιν, καὶ ἔσται ἡ ἐνωσις καθ’ ὑμᾶς
διαίρεσις,
λγ’. Φύσις καὶ φύσις μιᾶς φύσεως οὑ λεχθήσεται
πώποτε , ἀλλὰ μιᾶς τυχὸν ὑποστάσεως · οὐδ’ ὑπό-
στασις καὶ ὑπόστασις μιᾶς ὑποστάσεως , ἀλλὰ
μιᾶς φύσεως. Μιᾶς οὖν φύσεως τὰ ἐξ ὧν 6 Χριστὸς
λέγοντες , ὑποστάσεις ταύτας, καὶ οὑ φύσεις ὁμολο-
γήσοιτε. Et δὲ τάληθὲς τοῦ ψεύδους προαιρούμενοι ,
μιᾶς φύσεως τὰ ἐξ ὧν 6 Χριστὸς μετὰ τὴν ἕνωσιν
είπετε , φύσεις ταῦτα ὁμολογήσοιτε.
λδ’. Εἰ τὴν διαφορὰν τῶν φύσεων καὶ μετὰ τὴν
ἕνωσιν ὁμολογεῖτε , πῶς τῶν φύσεων πληθυντικῶς
νΑιιιιΕ LECTIONES.
IIn .Arab. in plurali Patres;

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.