PG 94, col. 1456

άψετε, καὶ ἔσται καθ’ ὑμᾶς καὶ ὴ θεότης καὶ ὴ ἀν-
θρωπότης τού Χριστοῦ παθητὴ.
μβ’. Προτάττειν σύνηθες τῷ φιλοσόφῳ λόγῳ τὸν
περὶ ποσότητος λόγον τοῦ περὶ ποιότητος, καὶ τὴν
αἰτίαν προστίθησιν, ὠς ἔνθα ποιότης, καὶ ποδότης
πάντως θεωρηθήσεται. Ἢ γὰρ διαφορὰ διαφερόντων
ἐστὶ διαφορά. Πῶς οὖν ποιοτήτων ούσιωδῶν διαφορὰν
λέγοντες, τῶν οὑσιωδῶς διαφερόντων τὸν ἀριθμίν
οὑχ ὁμολογεῖτε ;
μγ’. El μία φύσις σύνθετος ἐπὶ τοῦ Χριστοῦ, ἦ
παθητὴ ἔσται μόνον, ἢ ἀπαθὴς, ἢ παθητοαπαθὴς,
καὶ κατ’ αὐτὸν ἀμφότερα · ἦ τρεπτὴ, καὶ ποτὲ μὲν
παθητὴ, ποτὲ δὲ ἀπαθὴς,ἢ μέρος αὐτῆς παθητὸν,
καὶ⁵ μέρος αὐτῆς ἀπαθές · οἵαν οὖν βούλεσθε τῶν
ἀσεϐειῶν ἕλεσθε. Εἰ γὰρ παθητὴ μόνον, ,οὒ Θεὸς ὁ
Χριστός ο εί δὲ ἀπαθὴς μόνον, οὐκ ἄνθρωπος · εἰδὲ
ποτὲ μὲν παθητὴ, ποτὲ δὲ ἀπαθὴς, οὐδ’ ὁπότερον
φύσει, κατὰ συμϐεϐηκὸς δὲ μᾶλλόν ἐστι. Τὸ γὰρ
φύσει πεφυκὸς, οὐ μεθίσταται. Εἰ δὲ μέρος αὐτῆς
παθητὸν, καὶ μέρος ἀπαθὲς, φύσει δὲ ἑκάτερόν ἐστι
τοῦθ’ ὅπερ ἐστὶ, οὐ ταύτης ἔσται τὰ μέρη φύσεως,
καὶ οὕτω δύο φύσεις ἔσται ὁ Χριστός · ὃς οὐ φύσις
μία ἐστὶν, ἀλλ’ ὑπόστασις μία. σύνθετος ἐκ δύο φύ-
σεων, καὶ ἐν δυσὶ⁵ φύσεσι, καὶδύο φύσεις. Τὴν γὰρ
αὺτὴν φύσιν παθητὴν ἅμα καὶ ἀπαθῆ εἶναι ἀμήχα-
νον · τῶν ἐναντίων γὰρ ούσιωδῶν διαφορῶν δεκτικὴ
εἷναι μία καὶὴ αὐτὴ φύσις οὐ δύναται.
μδ’. Ἐπὶ πάσης ἐνώσεως, ὲνούμενα κᾶν συγκέη-
ται, κᾶν συγκιρνᾶται, μένει τῆς οἰκείας μὴ ἐξιστά-
μενα φύσεως. Κᾶν τε γὰρ οἶνος ὕδατι κραθῇ, αἱ δύο
φύσεις είσὶν ἐν τῷ κράματι · καὶ κηρὸς καὶ πίσσα,
εἰ καὶ συγκέχυται, ἀλλ’ οὐδέτερον τῆς οἰκείας ἐξέστη
φύσεως, ἀλλ’ ὲν τῷ μίγματι αἱ δύο διαμένουσι φύσεις.
Εί γὰρ καὶ ἦνωνται, καὶ τὴν οἰκείαν ’ἑκαστον ἐνδεί-
κνυται ἰδιότητα καθαρὰν καὶ ἁλώὸητον διὰ τὴν πρὸς
τὸ ἑνωθὲν σύγχυσίν τε καὶ σύγκρασιν, ἀλλ’ ὅμως
κατὰ φύσιν ἕκαστον, ὅπερ ἦν τοῦτό ἐστι, καὶ δύο φύ-
σεις, ού μία, τοῖς εἰδόσι κρίνειν τὰ τοιάδε λογίζον-
ται. Τίς γὰρ οὐκ οἶδεν, ὡς ὲν τῷ ὲξ οῐνου καὶ ὓδατος .
κράματι δύο φύσεις εἰσίν ; EE οὖν ταῦτα οὕτως ἔχει,
πῶς ὑμεῖς καὶ τὴν διαφορὰν εἰδότες, καὶ τὰς ἰδιότη-
τας ὁμολογοῦντες τῶν φύσεων, μίαν ταύτην καὶ οὐ
δύο κηρύττετες καὶ οὐδὲ τὰ τῆς συγχύσεως τοῖς
ἀσυγχύτοις διδόατε; Ἀλλὰ δῆλον, ὡς τροπὴν καὶ ἀφα-
νισμὸν, καὶ συνουσίωσιν ὠδίνετε μὲν, είς τούμφανὲς
δὲ προάγειν ὲντροπῇ τῆς ἀσεϐείας ού βούλεσθε.
με’. Τᾲλὲνούμενα, τῆ ἑνώσει γίνεται ἓν, οὑ μετὰ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.