PG 94, col. 1465

κατ’ ἄλλην μὲν τὰς θεοσημείας ἐργάζεται, κατ’ ἄλλην
δὲ τὰ ταπεινὰ παραδέχεταιῖῌ μὲν γὰρ ἐκ Πατρὸς
καὶ Θεὸς, ἐνεργεί τὰ σημεῖα · δὲ ὲκ Παρθένου καὶ ὁ
ἄνθρωπος, τὸν σταυρὸν, καὶ τὰ πάθη, καὶ τὰ παρα-
πλήσια φυσικῶς ἐθέλων ὑπέμεινε. › Τίνι καταφαίνεο
ταί σοι συνηγορεῖν τὸ παραδειγμα; τοῖς μίαν ἐπὶ
Χριστοῦ φύσιν λέγειν τολμῶσι, ἢ τοῖς δύο ὀρθοδόξως
ἀσυγχύτους καὶ ὰδιαιρέτους κηρύττουσιν; '0 θεολό-
γος Γρηγόριοςετάδε φησι ο ‹ Φύσεις μὲν γὰρ δύο, Θεὸς
καὶ ἄνθρωπος ⁸ ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα · υἱοὶ δὲ οὐ
δύο, οὐδὲ θεοί. ι
νς·’. Ὅτι δὲ πλεῖστον ἔχει τὸ ἀπεικὸς, ἐντεῦθεν εἰσό-
μεθα. Ἐκ τίνων φατὲ συντεθεῖσθαι τὸν ἄνθρωπον;
Ἐκ ψυχῆς δηλαδὴ καὶ σώματος. Τί οὖν μὴ ἐκ Θεοῦ
καὶ ἀνθρώπου τὸν Χριστὸν ὁμολογεῖτε ; ἢ τίνος ἕνεκα
μὴ ὲκ ψυχότητος τὸν ἄνθρωπον καὶ σωματότητος,
ὥσπερ τὸν Χριστὸν ἐκ θεότητος καὶ ἀνθρωπότητος;
Διὰ τί δὲ 6 ἄνθρωπος μὴ ὅλος ψυχὴ καὶ ὅλος σῶμα λέ-
γοιτο, ὠς Χριστὸς ὅλος Θεὸς καὶ ὅλος ἄνθ ρωπος; καὶ
ὅλος ἐν ψυχότητι τέλειος, καὶ ὅλος ὲν ἀνθρωπότητι τέ-
λειος, ὼς 6 Χριστὸς ὅλος ὲν θεότητι τέλειος καὶ ὅλος
ἐν ἀνθρωπότητι τέλειος· καὶ ὅλος ψυχὴ μετὰ τοῦ
σώματος. ,καὶ ὅλος σῶμα μετὰ τῆς ψυχῆς, ὡς 6 Χ ρι-
στὸς ὅλος Θεὸς μετὰ τῆς σαρκὸς αὐτοῦ, καὶ ὅλος ἄν-
θρωπος μετὰ τῆς αὑτοῦ ἀνάρχου θεότητος ; '0 μὲν γὰρ c
ἄνθρωπος ὲκ ψυχῆς, καὶ σώματος ἕτερόν τι παρὰ
ταῦτα γεγένηται ι’, ἦτοι ἄνθρωπος’ ό δὲ Χριστὸς te
ἐτέρων τὰ αὑτά· ὲκ θεότητος καὶ ἀνθρωπότητος,
Θεός τε καὶ ἄνθρωπος. El δὲ κατὰ πάντα ἔχει τὴν
ὁμοιότητα, ἔδει καὶ Χριστότητα τὴν σύνθετον ὑμῶν
ὀνομάζεσθαι φύσιν, ὥσπερ ἀνθρωπότης ἡ τῶν ἀνθρὼ-
πων φύσις ἐστι τε καὶ λέγεται.
γε’. Ἀλλως δὲ καὶ ἡ ψυχὴ ὑπὸ τῶν τοῦ σώματος
προκατεχομένη παθῶν, καὶ προπάσχει πολλάκις τοῦ
σώματος, συμπάσχει δὲ διηνεκῶς. ’Δγωνιᾷ γὰρ πολ-
’ λάκις τὴν τοῦ σώματος τομὴν, καὶ πρὸ τοῦ πάθους
τοῦ σώματος πάσχει , καὶ ἀλλοιοῦται · καὶ μετὰ τὴν
τομὴν οὐδὲν ἦττον τοῦ σώματος τὰ τῆς ὀδύνης ὲμπα- D
θῶς παραδέχεται. Ὅπερ ἐπὶ τῆς τοῦ Κυρίου θεότη-
τος οὐκ ἄν τις μὴ παραπλὴξ τὴν διάνοιαν εἴπῃ ποτέ.
Et οὖν καὶ μιᾶς φύσεως 6 ἅνθρωπος λέγεται , ἀλλ’
ὼς εἶδος, οὐχ ὡς ὑπόστασις. Ὅταν μὲν γὰρ ἄνθρω-
πος πρὸς ἄνθρωπον κρίνηται, μιᾶς φύσεως ὡς ὁμοούο
σιοι λέγονται, καὶ ὼς ὑφ’ ἓν εἶδος ταττόμενον ὅτε
δὲ φυσιογενεῖται 6 ἄνθρωπος , δύο ἐπ’ αὑτοῦ φύσεις
θεωρηθήσοντειι, ψυχῆς λέγω καὶ σώματος. Ἐν γὰρ
τῇ τῆς ψυχῆς πρὸς τὸ σῶμα συγκρίσει, τίς οὕτως
ἀνόητος, ὡς μίαν ἀμφοτέρων φύσιν είπεῖν; Χριστῶν
¹⁶ Epist ad Cled.
τ 'i'urr. vertit genitus est, ac si legerit γεγέννηται. Arab. vero posuit, fuit, [actus est, γεγένηται.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.