PG 94, col. 526

ζόμενος, ὤκνουν τὸν λόγον Β, ἐδεδίειν τε τὸ ἐπίταγμαο
εἰρήσεται γὰρ τάληθὲς, μήποτε διπλοῦν ὀφλήσω τὸν
γέλωτα, τῆς ἀμαθίας ἅμα, καὶ τῆς ἀνοίας , τὺ δὴ
χαλεπώτατον. Σύγγνωστον γὰρ τῆς ἀμαθίας τὸ ἐγ-
κλημα, εἰ μὴ ὲκ ῥᾳθυμίας προέρχοιτο. Τὸ δὲ σὺν
τῇ ἀμαθίᾳ κεκτῆσθαι τὴν τῆς γνώσεως οἴησιν, χα-
λεπὸν, καὶ ὲπίμωμον , καὶ συγγνώμης ἀπάσης ἀνά-
ξιον, καὶ μείζονος, ἴνα μὴ λέγω τῆς ἄκρας, ἀμαθίας
τεκμήριον. Ἀλλ’ ἐπειδὴ τῆς παρακοῆς ὁ καρπὸς,
θάνατος’ ό δὲ ταπεινὸς καὶ ὑπήκοος, Χριστοῦ μιμη-
τής ιι καθιστάμενος, μέχρι τέλους πρὸς· ὕψος ἀνάγε-
ται, καὶ χάριν παρά Θεοῦ τὴν φωταγωγὸν κομίζε-
ται, καὶ ἀνοίγων τὸ στόμα πληροῦται πνεύματος δ,
καὶ καρδίαν καθαίρεται, διάνοιάν τε φωτίζεται, καὶ
λαμϐάνει λόγον ὲν ἀνοίξει στόματος, οὑ μεριμνῶν
τί λαλήσει, ὄργανον δὲ χρηματίζων 1' ὲν αὑτῷ λα-
λοῦντος τοῦ πνεύματος, δι’ ὑμῶν τῷ ὲν ὑμῖν ίεραρ-
χοῦντι Χριστῷ πειθόμενος ὑποκύπτω τῷ ὲπιτάγματι,
καὶ ἀνοίγω τὸ στόμα, θαρρῶν ταῖς ὑμετέραις εὐχαῖς,
ὡς πληρωθήσεται πνεύματος, καὶ λαλήσω λόγια, οὑ
τῆς διανοίας καρπὸν τῆς ὲμῆς, ἀλλά καρπὸν τοῦ
τοὺς τυφλοὺς σοφίζοντος ιε πνεύματος, ὅσα δώσει.
λαμϐάνων, καὶ ταῦτα φθεγγόμενος.
Καὶ πρῶτον 1 τῶν παρ’ Ἕλλησι σοφῶν τά κάλλιστα
παραθήσομαι, εἰδὼς, ὡς εἴ τι μὲν ἀγαθὸν, ἄνωθεν
παρὰ Θεοῦ τοῖς ἀνθρώποις δεδώρηται. ι Ἐπειδὴ
πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν
ἐστι, καταϐαῖνον παρὰ τοῦ Πατρός τῶν φώτων. ι
Εἰ τι δὲ τῆς ἀληθείας ἀντίπαλον, τῆς Σατανικῆς
πλάνης εὑρεμα σκοτεινὸν , καὶ διανοίας ἀνάπλασμα
κακοδαίμονος, ὡς ό πολὺς ἐν θεολογίᾳ ἔφη Γρηγό-
ριος (Ι), τὸν τῆς μελίσσης τρόπον μιμούμενος, τοῖς
οἰκείοις τῆς ἀληθείας συνθήσομαι In, καὶ παρ’ ἐχθρῶν
σωτηρίαν καρπώσομαι · ἀποπέμψομαι δὲ πᾶν ὃ τι
φαῦλον , καὶ τῆς ψευδωνύμου ἐχόμενον γνώσεως.
Εἶτα τούτων ἐχόμενα τῶν θεοστυγῶν αἱρέσεων συν-
τάξω τὰ φληναφήματα ι’, ὡς ἂν τὸ ψεῦδος ἐπιγινώ-
σκοντες, πλέον τῆς ἀληθείας ὲξὼμεθα. Εἶτα. τὴν
τῆς πλάνης όλέτειραν, καὶ τοῦ ψεύδους ὲλάτειραν,
ὣσπερ κροσσωτοῖς χρυσοῖς, τοῖς τῶν θεοπνεύστων
προφητῶν, καὶ θεοδιδάκτων ἁλιέων , καὶ θεοφὸρων
ὙΑΒΙΕ LECTIONES.
S. Hil., scholium est esponcns vocem ὲμφᾲσεων.
ἧς. ί Cod. S. llil. etiiea. τοῦ πνεύμ. ι Rea.
eg.
ξ Reg. ι). Colb. l, πρότερον. Α ω. schol. Β.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.