PG 94, col. 745

ὑὲ δύνασθαι τομήν ὑπομένονδύο γενέσθαι, ταύτῃ
φαμὲν δύο τινῶν εἶναι.
ΚΜᾹΛ. Ζ’.
Ἐκ τοῦ διαιτητοῦ.
Ἕϐδομός ἐστι ί λόγος, ὁ, ἐξ ὧν οἱ τάναντία πρε-
σϐεύοντες ὑποτίθενται, τὴν ίδίαν ἐπισφραγίζων
ἀλήθειαν. Δύο γάρ εἶναι τὰς τοῦ Χριστοῦ φύσεις
ὑποτιθέμενοι, μίαν αὑτοῦ καὶ μόνην ἀξιοῦσιν εῖναι
τὴν ὑπόστασιν, ήγουν πρόσωπον· ὁμοίως ἀποσκευα-
ζόμενοι τοὺς ἢ μίαν εἶναιτὴν τοῦ Χριστοῦ φύσιν
μετὰ τὴν ἕνωσιν, ἢ δύο τούτου τὰς ὑποστάσεις πρε-
σϐεύοντιας. Ἀλλὰ. πρὶν είς τούς ἐλέγχους* ἡμᾶς
ἐμϐαλεῖν ταύτης τῆς ὑποθέσεως, εὑλογον οἶμαι πρό-
τερον ἀφορίσασθαι, τί μὲν τὸ τῆς φύσεως τῶν
Ἐκκλησιῶν διδασκαλία σημαίνειν βούλεται ὄνομα '
τίδὲ τὸ τοῦ προσώπου καὶτῆς ὑποστάσεως. Φύσιν
μὲν οὖν εἶναι οἴεται, τὸν κοινὸν τοῦ εἶναι λόγον τῶν
τῆς αὐτῆς μετεχόντων οὐσίας, ὡς ἀνθρώπου παντὸς,
τὸ ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτι-
’ κόν. Τούτῳ γάρ οὐδεὶς ἀνθρώπων διενήνοχεν. Οὐσίαν
δὲ καὶ φύσιν είς ταυτὸν ἄγει ’ ὑπόστασιν δὲ, ήγουν
πρόσωπον , τὴν ίδιοσύστατον τῆς ἑκάστης φύσεως
ὓπαρξιν, καὶ, ἵν’ οὑτως εἴπω, περιγραφὴν, ἐξ ἰδιο-
τήτων τινῶν συγκειμένην , καθ’ ἃς ἀλλήλων oi τῆς
αὐτῆς κεκοινωνηκότες φύσεως διαφέρουσι ο καὶ συν-
τόμως εἰπεῖν, άπερ ἄτομα προσαγορεύειν τοῖς ἐκ
τοῦ Περιπάτου φίλον ’ ὲν οἷς ή τῶν κοινῶν γενῶν τε
καὶ εἰδῶν ἀποτελευτᾷ διαίρεσις.
Ταῦτα οί τῆς Ἐκκλησίας διδάσκαλοι ὑποστάσεις,
ἔσθ’ ὅτε δέ καὶ πρόσωπα προσηγόρευσαν. Τοῦ γάρ
ζώου εἰς τὸ λογικὸν διαιρουμένου καὶ τὸ ἄλογον, καὶ
τοῦ λογικοῦ πάλιν είς ἄνθρωπον , καὶ ἄγγελον , καὶ
δαίμονα, τά είς ἃ λοιπὸν ἐπιτέμνεται ἐσχάτων τῶν
εἰδῶν τούτων ἕκαστον, οἷον ἄνθρωπος μὲν είς Πέτρον
καὶ Παῦλον⁶ ἄγγελος δέ εἰς Γαϐριὴλ, φέρε τε, καὶ
είς Μιχαὴλ, καὶτῶν λοιπῶν ἀγγέλων ἕκαστον, ἄτομα
προσαγορεύουσι, διότι μὴ οἷόν τε τούτων ἕκαστον
ὑποτέμνεσθαι λοιπὸν είς ἔτερα, τὴν μίαν αὐτῶν μετὰ
τὴν τομὴν φύσιν διασώζοντα. Ἦ μὲν γὰρ είς ψυχὴν
καὶ σῶμα τοῦ ἀνθρώπου διαίρεσις, τοῦ παντὸς {Lbet
φθορὰν ἐργάζεται. Ἔνθεν ἄτομα ταῦτακαλεῖν ἐκεί-
νοις φίλον ί ὑποστάσεις δέ τά τοιαῦτα ό ἐκκλησιαο
στιριὸς ὠνόμασε λόγος, διότι ἐν τούτοις τά γένη καὶ
τὰ εἴδη λαμϐάνει τὴν ὓπαρξιν. El γὰρ καῖ ῐδιον
ἔχει τὸν τοῦ εἶναι λόγον, τὸ ζῶον, φέρε , καὶ ό ἄν·
θρωπος, ὧν τὸ μὲν ἐστι γένος, τὸ δὲ εἶδος, ἀλλ’ ἐν
τοῖς ἀτόμοις τήν ὓπαρξιν ἔχουσιν, οἷον Πέτρῳ κα
Παύλῳ, χωρὶς τούτων οὐκ ὑφιστάμενα. Τί μὲν οὗ
ὑπόστασίς ἐστι, καὶ τί φύσις , κατὰ τὴν ἐκκλησια-
στικὴν ὑφήγησιν εἴπομεν.
ί ιι. alter ἔστω.
Ρλτιιυι.. Gn. XCIV.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.