PG 95, col. 113

οὕτε τοῦτο κυρίως s ἐστὶν, οὕτε λέγεται, οὕτε τοῦτο,
ἀλλʼ ἕτερον· οἶον, ἀπὸ τῶν τεσσάρων στοιχείων, πυ-
ρὸς λέγω, καὶ ἀέρος, καὶ ὕδατος, καὶ γῆς συνίσταται
τὸ σῶμα, ἐνουμένων τῶν τεσσάρων, καὶ συγκιρνα-
μένωνν· καὶ τὸ ἀποτελούμενον σῶμα, οὕτε πῦρ ἐστιν,
οὗτε λέγεται, οὕτε ἀὴρ, οὕτε ὄδωρ, οὕτε γῆ· ἀλλʼ ἐκ
τούτων ἔτερόν τι παρὰ ταῦτα a. Ὁμοίως καὶ ἀπὸ
ἴππου καὶ ὅνου γίνεται ἡμίονος· καὶ οὕτε ἴππος
ἐστὶν, οὕτε ὄνος, οὕτε λέγεται, ἀλλʼ ἕτερόν τι παρὰ
ταῦτα. Ὁ δὲ ΚΚύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐκθεότη-
τος ὡν καὶ ἀνθρωπότητος, καὶ ἐν θεότητι καὶ ἀν-
θρωπότητι, καὶ Θεός ἐστι καὶ λέγεται τέλειος, καὶ
ἄνθρωπος τέλειος, καὶ ὅλος Θεὸς, καὶ ὅλος ἄνθρωπος·
ὅπερ ἐπὶ τῆς συνθέτου φύσεως οὐκ ἔστιν εἰπεῖν. Οὐ
γὰρ ὅλον τὸ σῶμα πῦρ ἐστιν, οὐʼ βλον ἀήρ· ὀμοίως
οὕτε γῆ, οὕτε ὕδωρ· οὕτε ὅλη ἡ ἡμίονος ἴππος ἐστὶν,
οὐδὲ δλη ὄνος, οὐδὲ τέλειος ἴππος, οὐδὲ τέλειος ὄνος.
Ὁ δὲ Χριστὸς, ὡς εἶπον, τέλειός ἐστι Θεὸς καὶ τέλειος
ἄνθρωπος· καὶ ὅλος Θεὸς καὶ ὅλος ἄνθρωπος· διὸ οὐ
μία ἐστὶ σύνθετος φύσις, ἀλλὰ μία ὑπόστασις ἐν δυσὶ
φύσεσι γνωριζομένη· καὶ δύο φύσεις ἐν μιᾷ συνθέ-
τῳ ὐποστάσει.
naturæ in una composita persona.
9. Ἐρωτήσωμεν τοίνυν αὐτοὺςαἰρετικούς· Ἐκ δύο
φύσεων τὸν Χριστὸν λέγοντες, ποίων φύσεων λέγετε;
Ἐροῦσιν οὖν· Ἐκ θεότητος καὶ ἀνθρωπότητος. ἶτα
εἴπωμεν· Καὶ πῶς ἐν θεότητι καὶ ἀνθρωπότητι λέ-
γοντες τὸν Χριστὸν, οὐ λέγετε αὐτὸν ἐν δύο φύσεσιν;
Οὐ γὰρ δύνανταιι εἰπεῖν μὴ εἶναι τὸν Χριστὸν ἐν θεό.-
τητι καὶ ἀνθρωπότητι. Πάλιν ἐρωτήσωμεν αὐτούς·
Μία φύσις σύνθετός ἐστι τοῦ Χριστοῦ, ἢ δύο; Καὶ
ἐροῦσι, Μία σύνθετος. ἶτα λέγομεν· Τὸ ἀπλοῦν καὶ
τὸ σύνθετον, ὀμοούσιόν ἐστι; καὶ οὐ δύνανται εἰπεῖν,
ὅτι ὁμοούσιά εἰσι τὸ ἀπλοῦν καὶ τὸ σύνθετον. ἶτα
λέγομεν· Ἐὰν οὗν συνθέτου φύσεώς ἐστιν ὁ Χριστὸς
μιᾶς, ἐκ θεότητος καὶ ἀνθρωπότητος, οὐκ ἔστιν
ἐμοούσιος τῷ Πατρί· ὁ γὰρ Πατὴρ οὐκ ἔστι συνθέτου
φύσεως ἐκ θεότητος καὶ ἀνθρωπότητος, ἀλλʼ ἀπλῆς.
Ἀλλʼ οὐδὲ τῇ Μητρὶ ἔσται ὀμοούσιος· οὐδὲ γὰρ ἡ
Μήτηρ ἐκ θεότητος καὶ ἀνθρωπότητός ἐστι συντε-
θειμένη. Ἡμεῖς δὲ τὸν Χριστὸν μίαν ὑπόστασιν ἐν
δυσὶ φύσεσι λέγοντες, ἐν θεότητι καὶ ἀνθρωπότητι,
κατὰ μὲν τὴν θεότητα, φαμὲν αὐτὸν ὁμοούσιον τῷ
Πατρί· κατὰ δὲ τὴν ἀνθρωπότητα, τῇ Μητρὶ ὀμοού-
σιον· καὶ οὕτε διαιροῦμεν αὐτὸν μίαν ὑπόστασιν λέ-
γοντες, οὕτε συγχέομεν, δύο φύσεις ἡνωμένας ὀμολο-
γοῦντες.
mus: aec rursum confundimus, cum duas naturas invicemu unitas confitemsur.
Καὶ πάλιν λέγομεν οὕτως· Εἰ μία φύσις τῆς θεό-
τητος τοῦ Χριστοῦ καὶ τῆς σαρκὸς αὐτοῦ, μία δὲ τοῦ
Πατρὸς καὶ τοῦ Χριστοῦ, μία φύσις ἔσται τοῦ Πα-
τρὸς καὶ τῆς σαρκός
es Reg. ut in textu.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.