PG 95, col. 133

καὶ καθʼ ἔαυτὸ ὑφεστὸς, οὐσία τις μετὰ συμβεβηκό-
των, τὴν καθʼ αὐτὸ ὕπαρξιν, ἰδιαιρέτως καὶ ἀπο-
τετμημένως τῶν λοιπῶν ὑποστάσεων, ἐνεργείᾳ καὶ
πράγματι, κληρωσαμένη τὸ κοινωνοῦν μὲν τοῖς
ὁμοειδέσιν ἀτόμοις τῷ λόγῳ τῆς φύσεως· συμβεβη-
κόσι δέ τισι καὶ χαρακτηριστικοῖς ἰδιώμασι τὴν
πρὸς τὸ ὀμοφυές τε καὶ ὀμοειδὲς ἄτομον, ἔχον δια-
φοράν. Καὶ ἀπλῶς εἰπεῖν, φύσις ἐστὶ τὸ κοινόν·
οἶον ἡ ἀνθρωπότης . Ὁ Πέτρος γὰρ ἄνθρωπός
ἐστε, καὶ ὁ Παῦλος, καὶ οἱ λοιποὶ κατὰ μέρος ἄν-
θρωποι. πόστασις δὲ, τὸ μερικόν· δεῖνα. Ὁ
Πέτρος ὑπόστασίς ἐστι, καὶ ὁ Παῦλος ἄλλη ὑπόστα-
σις. Οὐκέτι δὲ ὁ Πέτρος φύαις [ ἄλλη] καὶ ὁ Παῦλος
ἄλλη φύσις· ἀλλʼ ὁ Πέτρος ὑπόστασις, ἔχων τελείαν
τὴν αὐτὴν φύσιν τῆς ἀνθρωπότητος, διὸ καὶ τέλειός
ἐστιν ἄνθρωπος. Καὶ ὁ Παῦλος ἄλλη ὑπόστασίς
ἐστιν, ἔχων τελείαν τὴν αὐτὴν φύσιν τῆς ἀνθρωπό-
τητος· καὶ τὴν μὲν φύσιν τὴν αὐτὴν τελείαν ἔχει
ἑκάστη ἀνθρώπων ὑπόστασις, οὐ τὴν αὐτὴν δὲ ὑπό-
στασιν . Οὐδὲ γὰρ μίαν ὑπόστασιν ἔχουσι πάντες
οἱ ἄνθρωποι. Ἀλλος γάρ ἐστιν ὁ Πέτρος, καὶ ἄλλος
ὁ Παῦλος. Ἀλλη ὑπόστασις καὶ ἄλλη· οὐκ ἄλλη δὲ
φύσις ὁ Παῦλος, καὶ ἄλλη ὁ Πέτρος· πάντες γὰρ οἱ
ἄνθρωποι μιᾶς φύσεώς εἰσιν [ οὐχὶ δὲ ὑποστάσεως.
Ὁμοίως καὶ ὁ ἴππος, λευκὸς καὶ ὁ ὀξές· ὡσαύ-
τως καὶ ὁ βοῦς ὁ μονόκερως, καὶ ὁ κύων ὁ μκρὸς,
καὶ ὁ λέων ὁ χωλός. ] Καὶ ταῦτα μὲν περὶ φύσεως
καὶ ὑποστάσεως πρὸς τὸ παρόν. Εἴπωμεν δὲ καὶ τί
ἐστι φυσκὸν ἐδίωμα, καὶ τί ἐσττιν ὑποστατικὸν ἱδἴω-
μt, παὶ τὴν τούτωνε διαφοράν.
ε. Θυσικὸν μὲν οὗν ἰδίωμά ἐστι, τὸ τὴν φύσrr
συοιστῶν, οὗ χωρὶς οὐ δύναται συστῆναι ἡ φύσιις, ἦς
ὑπάρχει ἰδίωμα· οἶον τὸ ζωεικὸν, τὸ λογικὸν ?, τὸ
θεληππικὸν, τὸ αἰσθητιαὸν, τὸ βαδιστικὸν, τὸ ἀνα-
πνευστικὸν ἐπὶ τοῦ ἀνθρώπου καὶ τὰ τσιαῦτα. ὲ
γὰρ μὴ λοχιζόμενος, οὐκ ἔστιν ὄνθρωπος. Οὐκ ἐγέ-
νετο γὰρ ἄνθρωπος μὴ λογιζόμενος, εἴτε καλῶς, εἴτε
κακῶς. θμοίως οὐδὲ ὁ μὴ αἰσθανόμενος, μηδὰ βα-
δίζων, μηδὲ ἀναπνέων. Φυσικὸν οὖν ἰδίωμά ἐστι τὸ
συνιστῶν τὴν φύσιν, καὶ χωρίζον εἶδος ἀπὸ εἴδους,
τουτέστι φύσιν ἀπὸ ἄλλης φύσεως καὶ ἐν ἐκάστῃ
ὑποστάσει τοῦ αὐτοῦ εἴδους θεωρούμενον οἱον τὸ
λογικόν. Συνιστᾷ γὰρ τὴν φύσιν τοῦ ἀνθρώπου, ὡς
ἐν τῷ ὅρῳ αὐτοῦ λαμβανόμενον. Ἀνθρωπος γάρ
ἐστι, ζῶον λογικὸν θνητόν· καὶ χωρίζει τὸ λογικὸν,
τὸν ἄνθρωπον ἐκ πάντων τῶν ἀλόγων· καὶ γὰρ πᾶς
ἄνθρωπος λογικός ἐστιν. Ὁ γὰρ μὴ ῶν λογικὸς οὐκ
ἔστιν ἄνθρωπος· ἀδύνατον γὰρ ἄνθρωπον μὴ εἶναι
ζῶον λογικὸν θνητέν.
ς. Τποστατικὸν δὲ ἰδίωμα, τὸ χωρίζον ὑπόστα-
σιν ἀπὸ ἄλλης ὑποστάσεως· οἶον, τὸ σιμὸν, τὸ λεν-
κὸν, τὸ μέλαν, τὸ φαλακρὸν καὶ τὰ τοιαῦτα. Οὐ γὰρ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.