PG 95, col. 137

ηγ. Τέλειος Θεὸς ὁ Χριστὲς καὶ τέλειος ἄνθρωπος,
καὶ μετὰ τὴν καθʼ ὑπόστασιν τῶν φύσεων ἕνωσιν,
τέλειος ἐν θεότήτι, καὶ τέλειος ἐν ἀνθρωπότητι;
Καὶ πάντως. Θεέτης δὲ καὶ ἀνθρωπότης, μία φύσις,
ἢ δύο; Δύο ὡς ἀληθῶς· ἄλλη γὰρ φύσις θεότητος,
καὶ ἄλλη φύσις ἀνθρωπότητος. Οὐκοῦν δύο φύσεις
ἐν τῷ Χριστῷ, καὶ ἐν δύο φύσεσιν ὁ Χριστὸς, εἴπερ
Θεός ἐστι τέλειος, καὶ ἄνθρωπος τέλειος.
Καὶ πάλιν · Ἐκ δύο φύσεων τὸν Χριστὸν ὁμολο-
γοῦμεν; Πάντως. Διὰ τί ἐκ δύο; Ὁτι ἐκ θεότητός
ἐστι καὶ ἀνθρωπότητος. Τί γάρ; τὸ εἰπεῖν θεότητα
καὶ ἀνθρωπότητα, δύο φύσεις παριστᾷ; Πάντως·
οὐ γὰρ μία φύσις θεότητος καὶ ἀνθρωπότητος.
Εἶτα· Ὁμολογοῦμεν τὸν Χριστὸν μετὰ τὴν ἕνωσιν
ἐν θεότητι καὶ ἀνθρωπότητι; Πάντως. Οὐκοῦν εἱ
μετὰ τὴν ἕνωσιν ἐν θεότητι καὶ ἀνθρωπότητι ὀμολο-
γοῦμεν αὐτόν· θεότης δὲ καὶ ἀνθρωπότης δύο φύ-
σεις, καὶ οὐ μία· ἐν δυσὶ φύσεσιν αὐτὸν ὀμολο-
γοῦμεν.
Καὶ · πάλιπ Εἰ ἔχει ὁ Χριστὸς s τὴν φύσιν τοῦ
Πατρὸς, καὶ μετὰ τὴν ἕνωσιν τελείαν καὶ ἀνελλιπῆ,
ἄτρεπτον καὶ ἀσύγχυτον παντὶ τρόπῳ, ἔχει καὶ τὴν
φύσιν τῆς μητρὸς, τουτέστι τὴν φύσιν τοῦ Ἀδὰμ,
τελείαν, ἀνελλιπῆ, ἄτρεπτον καὶ ἀσύγχυτον, ἐκ
παντὸς ἡ φύσις τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ φύσις
τῆς ἀγίας Παρθένου, μία, ἢ δύο; Πάντως δύο. Οὐκ-
οῦν δύο φύσεις ἐν Χριστῷ μετὰ τὴν ἔνωσιν. Πρὸ γὰρ
τῆς ἐνώσεως, οὐ δύο φύσεις ἐν τῷ Θεῷ Λόγῳ, ἀλλὰ
μία, ἡ τοῦ Πατρός· ἀδύνατον δὲ τὴν μίαν καὶ τὴν
αὐτὴν φύσιν κτιστὴν εἶναι καὶ ἄκτιστον· ἠργμένην
καὶ ἄναρχον· παθητὴν καὶ ἀπαθῆ. Εἰ γὰρ ἤρξατο,
οὐκ ἄναρχος. Καὶ εἰ ἄκτιστος, οὐκ ἐκτίσθη. Ὡστε
οὐ μία φύσις ὁ Χριστὸς, ἀλλὰ μία ὑπόστασις, δύο
φύσεις [φέρουσα, ἤτοι] ἔχουσα, μίαν ἄκτιστον, καὶ
πτιιστὴν μίαν· μίαν ἄναρχον, καὶ ἄλλην ἡργμέ-
νην.
Καὶ αάλιν Εἰ ἐκ διαφόρων φύσεων συῦτεθειμένη
ἡ φύσις, οὐδεμιᾷ αὐτῶν ἐστιν ὁμοούσιος. ʼἩ μὲν γὰρ
ἐκάστη τὸν ἑαυτῆς ὅρον ἔχει μόνον· ἡ δὲ σύνθε-
τος, ἄλλον ὅρον ἔχει σύνθετον. Ἀδύνατον δὲ τὰ ἕτε-
ρον καὶ ἕτερον ὅρον δεχόμενα, ὁμοούσια εἶναι. Εἰ
οὖν μία φύσις ὁ Χριστὸς, πῶς τῷ Πατρὶ ἔσται ὀμο-
ούσιος, καὶ τῇ Μητρί; ὁ μὲν γὰρ, Θεός· ἡ δὲ, δν-
θρωπος. Θεὸς δὲ ε καὶ ἄνθρωπος οὐ μία φύσις· οὐ
γὰρ εἶς ὅρος θεότητος καὶ ἀνθρωπότητος. Ὁ μὲν γὰρ
κτίστης, ὁ δὲ κτίσμα.
eadem natura? Non ergo eadem definitio est
homo, creaturs.
που οὐ μία φύσις. Noster 1 ἐτεροούσιος καὶ ὀμοούσιος εἶναι. quem sequor cum Combeiaio.
Pμrοι. Gu. XCV.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.