PG 95, col. 248

nEpt
EN ILυa I ν ss OIMIIXIENt
τ r
ArrraV rNouEtI ATToTIAI st ErneCAI orTorX ovtvETν.
s. JOAN NIS DAMASCEENI
oE s CdI IN IOEE ORERNT
AbvENTOO.
α. Τὰ τῶν βρωμάτων ἡδέα καὶ τίμια προτιθέμενα
πολλάκις, οὐ μόνον τοὺς πεινῶντας εἰς βρῶσιν ἕλκου-
σιν, ἀλλʼ ἐνίοτε καὶ τοὺς ἤδη κεκορεσμένους προσ-
ερεθίζουσιν· ὥσπερ καὶ τῶν πομάτων τὰ λίαν ἡδ0-
ποτα καὶ εὐώδη, οὐ τοὺς διψῶντας μόνον, ἀλλὰ μὴν
καὶ τοὺς ἔμπαλιν πρὸς μετάληψιν θέλγουσιν. Ὡσαύ-
τως πάλιν καὶ τοὺς φιλοπλούτους, ὅταν μεγάλης
περιουσίας κρατήσωσιν, ἔρως ἀεὶ ἀναγκάζει τούτους
ζητεῖν ἀφορμὰς, ὅσαι καθʼ ἡμέραν τὸν πλοῦτον τού-
τοις προσεπεκτείνουσιν. Οὐκοῦν καὶ ὑμᾶς, ὦ τιμιώ-
τατα τῆς Ἐκκλησίας ἐκλόγια, ἱερεῖς καὶ Πατέρες,
ἀδελφοὶ καὶ μητέρες καὶ τέκνα φίλτατα, οὐ τῶν
θείων λογίων λιμὸς, οὕτε τις δίψα τῶν ἱερῶν μαθη-
μάτων, οὕτʼ αὖ πενία γνώσεως τῆς ἐνθέου, ἐπὶ τὸν
νῦν ἐκτεθέντα λόγον προσεπικλίνειεν, ἀλλʼ ἔφεσις
ὄντως θεοχαρίτωτος προσάγουσα ὑμᾶς ἐκ δυνάμεως
εἰς δύναμιν, καὶ ἐκ χαρίτων εἰς χάριτας, καὶ ἐκ
μνήμης εἰς ἀνάμνησιν. Ὁ γὰρ πολλάκις τελείοις λέ-
λοιπε , τοῦτο παιδίον ηὕρατο· καὶ ὁ σοφοὺς παρ-
έδραμεν, ἰδιώταις ἐνέσκηψε· καὶ ὅ διδασκάλους δι-
έλαθε, μαθηταῖς ἐπεφοίτησεν. μῖν δὲ οὐδὲ τοῦτο
εἰπεῖν τολμητέον, ἀλλʼ ὤσπερ ἐπιφυλλίδα μετὰ τὸν
τρυγητὸν καταλελειμμένην, καὶ στάχυν μετὰ τὸν
ἀμητὸν διὰ τὸ πλῆθος παρεωραμένον, καὶ πᾶσαν
ἀπλῶς ἐπὶ δένδροις ὀπώραν μετὰ τὴν συλλογὴν ἐκ-
λελησμένην b ἐπισωρεύσαντες, οὕτω τοὺς βουλομέ-
νους, Χριστοῦ τοῦ ἀληθινοῦ συνεργοῦντος Θεοῦ, καὶ
τὸν λόγον διὰ τῶν ἔργων καὶ ἀποδείξεων βεβαιοῦν-
τος, δεξιωσόμεθα.
ct per opera sermonem confirmante, cos qui vo-
6. Ὁ περὶ πάντα τοίνυν τὰ καλὰ καὶ θεοφιλῆ
πράγματα καὶ διανοήματα κοιλαινόμενος ὄφις, καὶ
σφαττόμμενος παλαμναῖος ἐχθρὸς, τῇ μὲν φιλαδελφίᾳ
πληττόμενος, τῇ δὲ πίστει ῥηγνύμενος, τῇ ἐλπίδι
νεκρούμενος,τῇ συμπαθείᾳ κραδαινόμενος, ἐνέσκηψέ
τιτιν ὁ παράνομος σκῆψίν τινα ἔκφυλον καὶ ἀλλό-
VAIuIE IECIIONS.
r Πeς. 2, ct Culb. 1 λελειμμένην. r Rcg. 1 τισι

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.