PG 95, col. 256

πάμπαν ἀνιέρου καὶ ἀλλοτρίου κυρίου ἐργάτιδος.
ἘἘνταῦθα δὲ πιστὸς ὑπὲρ πιστοῦ πρὸς τὸν αὐτὸν Δε-
σπότην. Θὲς τοίνυν ἐκ θατέρου εἰς θάτερον, ὡς ἂν τὸ
πρᾶγμα ἐξισωθήσεται, καὶ τὸ διστάζον οὐχ ὑπολει-
φθήσεται.
ι. Δίελθέ μοι αὕθις ἐκ τούτων (2) εἰς ἔτερα ταυ-
τοδύναμα καὶ ὁμότροπα· λέγω δὴ τὴν Παλλαδίου
πρὸς Λαῦσον ἱστορικὴν βίβλον, ἐν ἢ τὰ κατὰ τὸν μέ-
γαν καὶ θαυματουργὸν Μακάριον παναληθῶς ἀναγέ-
γραπται θαύματα· πῶς τὸ ξηρὸν κρανίον πυθόμενος,
τὰ περὶ τῶν κεκοιμημένων μεμάθηκεν ἅπαντα. ἶτα
πρὸς τοῦτο· Οὐδέποτε τοίνυν τινὰ παραμυθίαν εὐρί-
σκετε; (ἦν γὰρ ὁ ἅγιος συνήθως ποιῶν ὑπὲρ τῶν
κεκοιμημένων εὐχὰς, καὶ γνῶναι ἐφίετο εἰ ἄρα πρὸς
ὄνησιν γίνονται·) τοῦτο δὲ βουληθεὶς ἐπιδείξασθαι ὁ
φιλόψυχος Κύριος, καὶ τὸν ἑαυτοῦ πληροφορῆσαι
θεράποντα, τῷ ξηρανθέντι κρανίῳ λόγον ἀληθείας
ἐνέπνευσεν. θτε, φησὶν, ὑπὲρ τῶν νεκρῶντὰς δεήσεις
προσφέρεις, τότε μικρὰς παραμυθίας τινὸς αἰσθανὁ-
μεθα.
ια. Ἀλλῳ δὲ πάλιν τῶν θεοφόρων Πατέρων μαθη-
τὴν ἔχοντι ἐν ἀμελείᾳ βιοῦντα, καὶ τοῦτον πρὸς τὸ
τοῦ βίου πέρας ῥᾳθύμως ἐπιφθάσαντα, ὁ πανοικτίρ-
μων καὶ φιλόψυχος Κύριος, μετὰ δακρύων αἰτησα-
μένου τοῦ γέροντος, ὡς τὸν κατὰ τὸν Λάζαρον πλού-
σιον ἐν τῇ φλογὶ καυσούμενον μέχρι τραχήλου ὑπ-
ἐδειξεν· ὡς ἐντεῦθεν πολλὰ τοῦ ἀγίου πονήσαντος,
καὶ σὺν δάκρυσι τὸν Θεὸν ἐκλιπαρήσαντος, μέχρι τῆς
ζώνης πάλιν ὑπέδειξεν. Εἶτα καὶ αὕθις κόπους τοῖς
κόποις τοῦ ἀγίου προσθέντος , παντελεύθερον, καὶ
τοῦ πυρὸς λελυτρωμένον ἐν ὀπτασίᾳ τῷ γέροντι δέ-
δειχε.
ι8. Καὶ τίς ἂν δυνηθείη καθʼ εἰρμὸν τὰς τούτων
μαρτυρίας ἐκδιηγήσασθαι, τὰς ἐν τοῖς τῶν ὁσίων
βίοις ἐντεταγμένας,ἐν μαρτυρίοις τέ φημι καὶ θείαις
ἀποκαλύψεσιν, ἐναργῶς παριστώσας, καὶ μετὰ θά-
νατον μέγιστα τοὺς κατοιχομένους εὐεργετεῖν, τὰς
ὑπὲρ αὐτῶν γινομένας εὐχάς τε καὶ λειτουργίας καὶ
ἐλεημοσύνας; Οὐδὲν γὰρ τῶν δανεισθέντων Θεῷ
ἀφανίζεται ὅλως, ἀλλὰ σὺν μεγίστῃ προσθήκῃ παρʼ
αὐτοῦ ἀνταμείβεται.
ιγ. Περὶ δὲ τοῦ φάναι τὸν Προφήτην, « ν δὲ τὰ
ᾷδῃ τίς ἐξομολογηθήσεταί σοι, » προειρήκαμεν, ὡς
αἱ ἀπειλαὶ μὲν φρικώδεις τοῦ παντεπόπτου· νικᾷ δὲ
vARnns LXCTIONEES.
dem reperitur in Apophthegmatia PP.quæ Cl. Cote-
lerius edidit t. I Mon. Εcct. Grrcæ, in Macario.
Lco item Allatius dissert. 2 De tib. Eccl. Græc. p.
412, cam ex Lausiaca a Nicephoro llemmyda
transsumptam asscrit. In hac explicanda sanctus
Τhomas operam posuit in i, dist. 15, q. 2, a. 1 ad
1, ct lii.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.