PG 95, col. 257
ταύτας ἡ ἄφατος αὐτοῦ φιλανθρωπία. Καὶ γὰρ μετὰ
τὸ φάναι τὸν ὑποφήτην ¹ ταῦτα, γέγονε πάντως ἐν
τῷ ἀδῃ ἐξομολόγησις· ἐκείνων λέγω τῶν ἐκεῖ πιστευ-
σάντων ἐν τῇ σωτηρίῳ τοῦ Δεσπότου καθόδῳ.Οὐ γὰρ
ἐπλῶς ἔσωσε πάντας ὁ ζωοδότης, ἀλλʼ ὡς εἰρηται,
κάκεῖ τοὺς πιστεύσαντας.
Τινὲς γοῦν φασι τοὺς προτεπιστευκότας,
Οἴ τινές εἴσι πατέρες καὶ προφῆται,
Κριταὶ, βασιλεῖς σὺν αὐτοῖς, καὶ τοπάρχαι,
Καί τινες ἄλλοι τοῦ λαοῦ τῶν Ἐβραίων
Εὐαρίθμητοι, καὶ πρόδηλοι τοῖς πᾶσιν.
Πμεῖς δὲ πρὸς ταῦτα ἀντεροῦμεν,
Τοῖς δοξάζουσιν ὥδε· ὡς οὔτε δῶρον,
Οὕτε θαυμαστὸν, καὶ παράδοξον τοῦτο,
Τὸ σῶσαι Χριστὸν τοὺς πεπιστευκότας.
Ἐπεὶ κριτὴς δίκαιος ὑπάρχει μόνος.
Καὶ πᾶς ὁ τούτῳ πιστεύσας οὐκ ὀλεῖται.
Ἔδει τοιγαροῦν τούτους σωθῆναι πάντας,
Καὶ τῶν τοῦ ἅδου δεσμῶν ἀπαλλαγῆναι,
Τῇ καταβάσει τοῦ Θεοῦ καὶ Δεσπότου.
Ὁ καὶ γέγονε τῇ τούτου προμηθείᾳ.
Οἱ δέ γε χάριν φιλανθρωπίας μόνης
Σωθέντες ὑπάρχουσιν, ὡς οἶμαι, πάντες,
Ὁσοι τὸν βίον καθαρώτατον εἶχον,
Καὶ πᾶσαν πρᾶξιν ἀρίστην ἐπετέλουν.
Ἰσχνῶς βιοῦντες, ἐγκρατῶς, καὶ σωφρόνως.
Τὴν δέ γε πίστιν ἀκραιφνῆ ε τε καὶ θείαν,
Οὐ κατέλαβον, μὴ γυμνασθέντες ὅλως,
Ἀλλʼ ἀδίδακτοι μείναντες τὸ παράπαν,
Τούτους ὁ πάντων ταμίας καὶ Δεσπότης,
Εἴλκυσεν, ἐζώγρησε δικτύοις θείοις.
Καὶ τούτους ὑπέκλινε πιστεῦσαι τούτῳ,
Λάμψας ἐπʼ αὐτοὺς τὰς θεῖκὰς ἀκτῖνας,
Καὶ δείξας αὐτοῖς τὸ φῶς τῆς ἀληθείας.
Οὐ γὰρ ἠνέσχετο ὁ συμπαθὴς τῇ φύσει,
Εἰς κενὸν τούτων τοὺς κόπους γεγενῆσθαι.
Ἐκέκτηντο γὰρ ἐργωδέστατον βίον,
Ἐπίμοχθόν τε καὶ στενὸν ὑπὲρ λόγον·
Λὐτοκράτορες τῶν παθῶν γεγονότες,
Καὶ τῶν ἡδονῶν καταπτύσαντες ἅμα,
Ἀκτησίαν τε πᾶσαν ἐξησκηκότες,
Ἐγκράτειάν τε σὺν ἀγρυπνίᾳ πάλιν,
Καὶ πᾶσαν ἀπλῶς ἀρίστην ἐργασίαν·
Ούκ εὐσεβῶς μὲν, ἀλλʼ ὅμως διελθόντες
Τὴν ἀνωτάτω πρόνοιαν, ὡς ἐδόκουν,
Ἀριστα σεβόμενοι, πλὴν ἐσφαλμένως.-
ἰοὶ δέ τινες, οἱ καὶ τὴν θείαν δόξαν,
Τῆς πανσθενουργοῦ κατέλαβον Τριάδος
Ἰσχνῶς, ἀμυδρῶς· ἀλλʼ ἐδόξασαν ὅμως.
Ἀλλοι δὲ τὴν σάρκωσιν εἶπον τοῦ Λόγου (5),
t Reg. 2 et Colb. προφήτην. R. 1, Colb. 1 τὴν ἀκραιφνῆ καί.
g ssit, tnquam prænuntiatas repræscntant.
τὸ φάναι τὸν ὑποφήτην ¹ ταῦτα, γέγονε πάντως ἐν
τῷ ἀδῃ ἐξομολόγησις· ἐκείνων λέγω τῶν ἐκεῖ πιστευ-
σάντων ἐν τῇ σωτηρίῳ τοῦ Δεσπότου καθόδῳ.Οὐ γὰρ
ἐπλῶς ἔσωσε πάντας ὁ ζωοδότης, ἀλλʼ ὡς εἰρηται,
κάκεῖ τοὺς πιστεύσαντας.
Τινὲς γοῦν φασι τοὺς προτεπιστευκότας,
Οἴ τινές εἴσι πατέρες καὶ προφῆται,
Κριταὶ, βασιλεῖς σὺν αὐτοῖς, καὶ τοπάρχαι,
Καί τινες ἄλλοι τοῦ λαοῦ τῶν Ἐβραίων
Εὐαρίθμητοι, καὶ πρόδηλοι τοῖς πᾶσιν.
Πμεῖς δὲ πρὸς ταῦτα ἀντεροῦμεν,
Τοῖς δοξάζουσιν ὥδε· ὡς οὔτε δῶρον,
Οὕτε θαυμαστὸν, καὶ παράδοξον τοῦτο,
Τὸ σῶσαι Χριστὸν τοὺς πεπιστευκότας.
Ἐπεὶ κριτὴς δίκαιος ὑπάρχει μόνος.
Καὶ πᾶς ὁ τούτῳ πιστεύσας οὐκ ὀλεῖται.
Ἔδει τοιγαροῦν τούτους σωθῆναι πάντας,
Καὶ τῶν τοῦ ἅδου δεσμῶν ἀπαλλαγῆναι,
Τῇ καταβάσει τοῦ Θεοῦ καὶ Δεσπότου.
Ὁ καὶ γέγονε τῇ τούτου προμηθείᾳ.
Οἱ δέ γε χάριν φιλανθρωπίας μόνης
Σωθέντες ὑπάρχουσιν, ὡς οἶμαι, πάντες,
Ὁσοι τὸν βίον καθαρώτατον εἶχον,
Καὶ πᾶσαν πρᾶξιν ἀρίστην ἐπετέλουν.
Ἰσχνῶς βιοῦντες, ἐγκρατῶς, καὶ σωφρόνως.
Τὴν δέ γε πίστιν ἀκραιφνῆ ε τε καὶ θείαν,
Οὐ κατέλαβον, μὴ γυμνασθέντες ὅλως,
Ἀλλʼ ἀδίδακτοι μείναντες τὸ παράπαν,
Τούτους ὁ πάντων ταμίας καὶ Δεσπότης,
Εἴλκυσεν, ἐζώγρησε δικτύοις θείοις.
Καὶ τούτους ὑπέκλινε πιστεῦσαι τούτῳ,
Λάμψας ἐπʼ αὐτοὺς τὰς θεῖκὰς ἀκτῖνας,
Καὶ δείξας αὐτοῖς τὸ φῶς τῆς ἀληθείας.
Οὐ γὰρ ἠνέσχετο ὁ συμπαθὴς τῇ φύσει,
Εἰς κενὸν τούτων τοὺς κόπους γεγενῆσθαι.
Ἐκέκτηντο γὰρ ἐργωδέστατον βίον,
Ἐπίμοχθόν τε καὶ στενὸν ὑπὲρ λόγον·
Λὐτοκράτορες τῶν παθῶν γεγονότες,
Καὶ τῶν ἡδονῶν καταπτύσαντες ἅμα,
Ἀκτησίαν τε πᾶσαν ἐξησκηκότες,
Ἐγκράτειάν τε σὺν ἀγρυπνίᾳ πάλιν,
Καὶ πᾶσαν ἀπλῶς ἀρίστην ἐργασίαν·
Ούκ εὐσεβῶς μὲν, ἀλλʼ ὅμως διελθόντες
Τὴν ἀνωτάτω πρόνοιαν, ὡς ἐδόκουν,
Ἀριστα σεβόμενοι, πλὴν ἐσφαλμένως.-
ἰοὶ δέ τινες, οἱ καὶ τὴν θείαν δόξαν,
Τῆς πανσθενουργοῦ κατέλαβον Τριάδος
Ἰσχνῶς, ἀμυδρῶς· ἀλλʼ ἐδόξασαν ὅμως.
Ἀλλοι δὲ τὴν σάρκωσιν εἶπον τοῦ Λόγου (5),
t Reg. 2 et Colb. προφήτην. R. 1, Colb. 1 τὴν ἀκραιφνῆ καί.
g ssit, tnquam prænuntiatas repræscntant.