PG 95, col. 268

τοὺς φίλους, οὐ θέλει πάντας ἐληλυθέναι, καὶ τῶν
ἐαυτοῦ καλῶν ἐμφορηθῆναι; Εἰς τί γὰρ καὶ τὴν
εὐωχίαν ἡτοίμασεν, ἀλλʼ ἢ τὸ τοὺς οἰκείους δεξιώσα-
σθαι φίλους; Καὶ εἰ οὖν ἡμῖν τοῦτο ἐπίσπουδον, τ
ἂν τῷ μεγαλοδώρῳ, καὶ μόνῳ φύσει ὑπεραγάθῳ, καὶ
φιλανθρώπῳ Θεῷ· ὅς νέμωνκαὶ διδοὺς πλείονα χαί-
ρει καὶ ἐπαγάλλεται, ἢ ὁ λαμβάνων, καὶ σωτηρίαν
μεγίστην ἑαυτῷ ποριζόμενος;
κα. Τοῦτο οὗν σκόπει πᾶς τις ὁ τοῖς ῥηθεῖσιν ἀμ-
φισβητῶν, ὅτιπερ ἕκαστος τῶν ἀνθρώπων ὁ μικρὰν
ἀρετῶν ζύμην κτησάμενος, μὴ πεφθακὼς δὲ ταύτην
ἀρτοποιῆσαι, ἀλλὰ βουληθεὶς μὲν, μὴ δυνηθεὶς δὲ
τοῦτο, ἢ ῥᾳθυμίας, ἢ ἀμελείας, ἢ ἀνανδρίαςἔνεκεν,
ἢ τῆς ἐξ ἡμέρας εἰς ἡμέραν ἀναβολῆς, ἐπιφθασθεὶς
δὲ καὶ θερισθεὶς παρʼ ἐλπίδα, οὗτος οὐκ ἐπιληθή-
σεται παρὰ τοῦ δικαίου Κριτοῦ καὶ Δεσπότου, ἀλλʼ
ἐγερεῖ ὁ Κύριος αὐτῷ μετὰ τὸν θάνατον αὐτοῦ τοὺς
οἰκείους καὶ ἀγγιστεῖς καὶ φίλους , καὶ τούτων τὰς
γνώμας ἰθυνεῖ, καὶ τὰς καρδίας ἐλκύσει, καὶ τὰς
ψυχὰς ἐπικάμψει πρὸς ἀγωγὴν καὶ βοήθειαν τούτου·
καὶ σπεύσουσι κινηθέντες θεόθεν, καὶ ἀψαμένου τοῦ
Δεσπότου τῶν καρδιῶν αὐτῶν, ἀναπληρῶσαι τοῦ οl-
χηθέντος ὑστερήματα. Ὁ δὲ αὖ γε βίον πονηρὸν
κεκτημένος, συμπεφυρμένον τε ὅλον ἀκάνθαις, καὶ
πλήρη ὄντα ὑλῶν τῶν ἀκαθάρτων, ὅς οὐδέποτε τῇ
συνειδήσει διῆξεν, ἀλλʼ ἀδεῶς καὶ ἀδιαφόρως ταῖς
τῶν ἡδονῶν ἐνέκειτο δυσωδίαις, πράττων ἀπάσας τὰς
τῆς σαρκὸς ὀρέξεις, καὶ μηδὲν δλως περὶ ψυχῆς
φροντίζων, ἔχων τε τὸ φρόνημα σαρκικὸν ἅπαν, καὶ
οὕτω φθασθεὶς ἐκδημῆσαι τοῦ βίου, τούτῳ παντελῶς
οὐδεὶς ὀρέξει χεῖρα· ἀλλʼ οὕτω πάντα τὰ κατʼ αὐτὸν
nancisce-
διαπραχθήσεται, ὡς μήτε ὑπὸ συνεύνου, ἢ τέκνων,
ἢ ἀδελφῶν, ἢ συγγενῶν, ἢ φίλων ἐπικουρηθῆναι
τὸ σύνολον, ὅτι μηδʼ ἔχει Θεὸς ἐν μέτρῳ τοῦτον.
κβ. Ἐμοὶ γοῦν, καὶ ὅστις ἐμοὶ φίλος, γένοιτο, εt
μὲν οἶόν τε, αὐτὸν ἐπικουρῆσαι, καὶ μηδὲν κατα-
λεῖψαι ὑστέρημα· εἰ δʼ ἂν φθασθείην μὴ τετελειω-
μένος, κὰν ὁ Κύριος ὁ πολὺς ἐν ἐλέῳ ἐπικάμψαι μοι
τοὺς ἀγχιστεῖς καὶ φίλους, καὶ θερμήναι τούτων τὰς
ψυχὰς καὶ καρδίας, ὡς ἂν διʼ ἔργων ἀγαθῶν τε καὶ
θεαρέστων ἐπικουρήσωσί μοι λίαν προθύμως, καὶ εἴ
τι ὡς ἄνθρωπος καταθείψωὐστέρημα, ἀναπληρώσειάν
μοι μετὰ τὸν πότμον. Nαὶ, Κύριε ὁ τῶν θαυμασίων
Θεὸς καὶ τῶν ἀπόρων ποριστὴς, μηδὲν εὐρεθείη μοι
ἐν τῇ σῇ παρουσίᾳ μικρὸν ἢ μέγα ὑστέρημα, μήτε
μὴν πᾶσι τοῖς ἐπὶ σοὶ πεποιθόσιν· οὕτω γάρ μοι καὶ
ὁ προμνημονευθεὶς θεοῤῥήμων Χρυσόστομος διαπρυ-
σίως καὶ διδάσκει καὶ κράζει, ἴνα καὶ αὕθις τῶν
χρηστοτάτων σ αὐτοῦ λογίων ἐφάψωμαι. « Εἰ, φησὶν,
οὐκ ἔφθασας περιὼν ἐν τῷ βίῳ τὰ τῆς ψυχῆς σου
vARL. LECTiONEs.
ν Edt. et Colb. 1 μερισθείς. s Hæ duæ voces desunt in R. 1, Culh. 1, nec legerunt Ccolamp. ct
Nosuruta. τ Biitlii codex χρηστοτάτων χρυσυτάτων. R. 1820 habct duntaxat, χρυσοτάτων.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.