PG 95, col. 276

τῆς φρικώδους καὶ φοβερᾶς ἡμέρας, τῆς δευτέρας
φημὶ τοῦ Κυρίου παρουσίας, ὑπὸ τῶν οἰκείων μὴ
ἐγκληθῆναι, ὡς τὰ ὑπὲρ αὐτῶν ἀμελήσαντες· καὶ
μάλιστα οἱ παρʼ αὐτῶν ἐπιτροπὰς λαβόντες καὶ
παραθήκας. Μὴ γὰρ οἰέσθω τις, ὅτι οὐκ ἀναγνω-
ρισμὸς ἐκάστου πρὸς ἔκαστον ἐπὶ τῆς φοβερᾶς ἐκεί-
νης συναγωγῆς γενήσεται. Nαὶ, ὄντως ἐκαστος ἀνα-
γνωριεῖ τὸν πλησίον αὐτοῦ, οὐ τῷ τοῦ σώματος
σχήματι, ἀλλὰ τῷ διορατικῷ τῆς ψυχῆς ὄμματι.
Πόθεν, ἀπαιτεῖς, τοῦτο παραστησόμεθα; Ἀκουε
τοῦ Δεσπότου Χριστοῦ ἐν τῇ τοῦ πτωχοῦ Λαζάρου
παραβολῇ ἀριδήλως διδάσκοντος, ὅτι, φησὶν, « Ἐπ-
ἀρας τοὺς ὀφθαλμοὺς ὁ πλούσιος, ἐγνώρισε τὸν πτω-
χὸν Λάζαρον ἐν τῷ τοῦ πατριάρχου Ἀβραὰμ κόλπῳ
καθήμενον· » ὡσαύτως δὲ καὶ τὸν Ἀβραάμ. Καὶ
μή τις εἴποι, διὰ τὸ παραβολὴν εἶναι τὸ πρᾶγμα,
τὸν σκοπὸν ὑπάρχειν ἀναπόδεικτον. ἐἱ γὰρ τοῦ
Σωτῆρος ἡμῶν θεῖαι παραβολαὶ, πραγμάτων εἰσὶν
ἐστώτων, ἐνδεχομένων, καὶ ἀποδεδειγμένων.
ν. Ὁ δὲ Χρυσόστομος Ἰωάννης, τάδε φησίν· ὡς,
« Οὐ μόνον τοὺς ὦδε γνωστοὺς γνωριοῦμεν, ἀλλὰ
καὶ τοὺς μηδέποτε εἰς ἡμετέραν ἀφιγμένους θέαν
θεωρήσομεν. Καὶ γὰρ τὸν Ἀβραὰμ οὐχ ἐώρακας,
οὐδὲ τὸν Ἰσαὰκ, οὐδὲ τὸν Ἰακὼβ, οὐδὲ τοὺς ἀρχὶ
πάτορας. οὐ τοὺς προφήτας, καὶ ἀποστόλους, καὶ
μάρτυρας· ἀλλʼ ἰδὼν τούτους ἐπὶ τῆς καθολικῆς
ἐκείνης καὶ φρικτῆς πανηγύρεως, γνωρίσας ἐρεῖς·
Ἰδου Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ οἱ
λοιποὶ πατριάρχαι. Ἰδοὺ Πέτρος, καὶ Παῦλος, καὶ
πάντες οἱ ἀπόστολοι. Ἰδοὺ Δαβὶδ ὁ Θεοπάτωρ. καὶ
προφητῶν ὁ ἐσμός. Ἰδοὺ ὁ πρόδρομος Ἰωάννης,
καὶ Στέφανος ὁ πρωτομάρτυς, καὶ ἡ πληθὺς τῶν
ἀγίων. » Εἶτʼ αὕθις ὁ πολὺς τὰ θεῖα Πασίλειος πρὸς
τοὺς πλεονέκτας διαλεγόμενος, « Οὐ πρὸ ὁφθαλμῶν,
φησὶ, λήψῃ τὸ τοῦ Χριστοῦ δικαστήριον; ἐπειδάν σσ
κύκλῳ περιστάντες οἱ παρὰ σοῦ ἠδικημένοι κατα-
βοῶσί σου. Ὁπου γὰρ ἂν περιάγῃς τοὺς ὁφθαλμοὺς.
ἐναργεῖς ὄψει τῶν κακῶν τὰς εἰκόνας. Ἐνθεν τοὺς
ὀρφανοὺς, ἐκεῖθεν τὰς χήρας· ἐτέρωθεν τοὺς κατα-
κονδυλισθέντας ὑπὸ σοῦ πένητας· τοὺς οἰκέτας, οὖς
κατέξαινες· τοὺς γείτονας οὗς παρώργιζες, » καὶ
τὰ τούτων ἐξῆς.
7. Ὁ δὲ τῆς τοῦ Χριστοῦ δευτέρας παρουσίας
ἀκριβέστατος μύστης Ἐφραὶμ ὁ μακάριος, οὕτως
διδάσκει A. « Τότε, φησὶ, τέκνα τοὺς ἐαυτῶν κατα-
κρινοῦσι γονεῖς, ὡς μὴ τὰ χρηστὰ διαπραξαμένους
ἔργα. Καὶ ὅτι βλέπουσι τοὺς γνωρίμους ἐν τῇ ῶρᾳ
ἐκείνῃ οἱ ἄθλιοι· καὶ ὁπόταν τινὰς ἐξ αὐτῶν τοῖς
δεξιοῖς ἴδωσι καταταχθέντας ¹ μέρεσιν, ἀποχωριζό-
μενοι, θρηνοῦσι τὸ συντακτήριον. » Καὶ αὕθις ὁ τῆς
θεολογίας ἐπώνυμος, « Τότε, φησὶ, Καισάριον ὄψο-
μαι, λαμπρὸν, ἔνδοξον, ἀγαλλόμενον. οἶός μοι καὶ
κατʼ δναρ ὤφθης, ἀδελφῶν φίλτατε. » ἶτα ὁ ἐν βίῳ
καὶ λόγῳ περίβλεπτος, καὶ τῆς τοῦ Θεοῦ Ἐκκλη-
VARIæ LECTIONEES.
i ΠΚῳ. 2, Colb. 2 ἱστορήσομεν. R. 182 ἀνιστορήσομεν. Colb. 3, Πeg. 1 διδάσκων. d Reg. 1 κα-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.