PG 95, col. 332

τοὺς ἰχθύας τοὺς μεγάλους· τὴν δὲ ποίμνην αὐιῶν
ἀμελῶς βλέπουσι· καὶ τῶν σωμάτων αὐτῶν ἐπιμε-
λῶνται, τῆς δὲ ψυχῆς καταφρονοῦσιν. ντως κατὰ
τὸ γεγραμμένον, οἱ ποιμένες τοῦ αἰῶνος τούτου λὐ-
κοι γεγόνασι. Καὶ ὅταν θεάσωνται ἐκ τοῦ ποιμνίου
αὐτῶν τινας μικρέν τι ἀμάρτημμα ποιήσαντας, εὐκό-
λως κατεπανίστανται, καὶ ἐπιιτίμια ἀλλεπάλληλα κα-
ταπέμπονται· καὶ μὴ βλέποντες τῆς πειματτικῆς
ιε. Ἀρτι εἰπέ μει· τίνα ἐξακολουθήσωμενς Τὸν
ἄγιον Βασίλειον τὸν θαυματουργὸν, ἢ τὸν Παστιὰῦν
τὸν πολλὰς ψυχὰς ἀπολέσαντα; Τίνα πιστεύσωεεν;
Τὸν ἀγιον Ἰωάννην τὸν Χρυσόστομον τὸν τῆς μετα-
νοίας ὁδοῦ καὶ τῆς σωτηρίας διδάσκαλον, ἢ τὸν Τρι-
κάκαβον τὸν διδάσκαλον τῆς ἀταξίας καὶ ἀπωλείας;
Τίνα ὑπακούσωμεν; ρηγόριον τὸν ἐν Θεολογίᾳ δια-
πρέψαντα, ἢ τὸν Κωνσταντῖνον τὸν ἀνίερον φατριάρ-
χην (I), καὶ τοῦ λαοῦ παντὸς ἀπώλειαν; ὅστις τὸ
ἅγιον δόγμα τῶν ἀγίων καὶ σεπτῶν εἰκόνων ἐξ-
ωστράκισεν ἐκ τῆς ἀγίας τοῦ Χριστοῦ Ἐκκλη-
σίας, μετὰ τοῦ ὀμωνύμου αὐτοῦ, τοῦ ἀναξίως τὰ
σκῆπτρα τῆς βασιλείας κρατήσαντος. Εἰπέ μοι.
ἄνθρωπε· τίνας ὑπακούσομμεν, τὸν χορὸν τῶν σεπτῶν
πατριαρχῶν τῶν ἐκλαμψάντων ἀπὸ τῆς ἀγίας καὶ
οἰκουμενικῆς πρώτης συνόδου ἔως τῆς ἔκτης, ἡν
καὶ πᾶσα χώρα, ἀπʼ ἄκρου τοῦ οὐρανοῦ ἕως τῶν
ἄκρων ἐσφράγισεν, ἢ τοὺς ὑποκριτὰς ἱερεῖς τού-
τους, τοὺς νόθον δόγμα ὕστερον τῇ Ἐκκλησίᾳ περι-
φέροντας , οὐδεὶς τῶν πατριαρχῶν καὶ τῶν θρό-
νων ἐκύρωσεν, ἀλλὰ μᾶλλον καὶ ἐξωστράκισαν, καὶ
στηλιτευτικοὺς αὐτῶν λόγους ἐξαπέστειλαν, ὡς
ἐχθρῶδες Θεῷ δόγμα μελετήσαντας, καὶ τῶν ἐκκλη-
σιαστικῶν κανόνων ἀλλότρια θεσπίσαντας;
ις¹. Τίνα εἰπέ μοι, ἐξακολουθήσωμεν, τῶν ση-
μμειοφόρων καὶ ἀγίων Πατέρων σύνοδον πολύκυδον
καὶ παγκύσμιον, ἢ τὴν ἀκέφαλον ταύτην, τὴν ἐβδε-
λυγμένην παρὰ Θεοῦ καὶ τῶν ἀγίων αὐτοῦ; Καὶ γὰρ
ἀκέφαλός ἐστι καὶ θεομίσητος. Καὶ εἰπέ μοι· ποῖος
πατριάρχης εὐρέθη ἐν αὐτῇ; Ὁ ώμης, οὐ κατ-
εδέξατο ἐλθεῖν. Ὁ Ἀλεξανδρείας, οὐδὲ δλως· ὁ
Ἀντιοχείας, οὐδὲ τὸ σύνολον ὁ Ἰεροσολύμων, οὐδὲ
ἅπαξ. Λοιπὸν ποταπή ἐστιν αὕτη ἡ σύνοδος πα-
τριάρχην μὴ ἔχουσα; Σύνοδός ἐστιν ὅτε τὰ πέντε
πατριαρχεῖα θεσπίσουσι μίαν πίστιν, καὶ ἕνα λόγον·
εἰ δὲ ἐκ τούτων κἂν εἶς ἀπολείψῃ, ἢ οὐχ ὑποκύψειε
τῇ συνόδῳ, αὕτη σύνοδος οὐκ ἔστιν ἀλλὰ παρα-
συναγωγὴ καὶ σὐνέδριον ματαιότητος καὶ ἀλαζονείας.
Ὁρᾷς ταύτην τὴν παρασυναγωγὴν, ἢν ἐμελέτη-
σαν οἱ ἅρπαγες, καὶ οὐχὶ ποιμένες, κατὰ τῆς τοῦ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.