PG 95, col. 372

γάρους καθυποτὰξεις, καὶ πήξεις τὴν ῥομφαίαν σου
μέσον τῆς Bουλγαρίας, εἰς τὴν χαλκῆν ἄλωνα τῆς
αὐλῆς αὐτῶν. Ἀλλʼ δπερ ποιεῖς, ποίησον τάχιον·
μήτε ἄνω ἀφίῃς εἰκόνα, μήτε κάτω.
s. Περιχαρὴς οὖν γενόμενος ὁ βασιλεὺς, τὰ προσ-
ταχθέντα ἀνενδυάστως ἐκπληρῶσαι ἐσπούδαζε, μή-
πως ἡ τῶν λʼ χρόνων ὁροθεσία ὥσπερ ὄρνεον ἐκπε-
τασθὲν, ἐκ τῶν χειρῶν αὐτοῦ διαδράσῃ. Προσκαλεῖ-
ται οὖν τὸν προῤῥηθέντα ἀναγνώστην Ἰωάννην, καὶ
ἀνατίθεται αὐτῷ τὰ τῆς σκήψεως· ὁ δὲ ἑτοιμότατα
φοβηθεὶς τὴν τοῦ βασιλέως κέλευσιν, ποιεῖν τὸ κε-
λευσθὲν ἐπαγγέλλεται. Καὶ δὴ βασιλικῇ χειρὶ τὰς
βίβλους πάσας τῶν μοναστηρίων περιαθροίσας, καὶ
ἀνερευνήσας τὰς τῶν εἰδώλων ἀπαγορεύσεις, ταύτας
προσέῤῥαψαν τῇ σεβασμίᾳ εἰκόνι τοῦ Χριστοῦ· ὡς
γὰρ τὸν Bὴλ καὶ Δαγὼν τὸν Χριστὸν λογιζόμενοι,
τούτου καὶ σεπτὰς εἰκόνας κατέκαυσαν. Καὶ δὴ οὐκ
ἀναπέπαυται ὁ ἐπισπουδαστὴς βασιλεὺς, ἀλλὰ προσ-
καλεσάμενος τὸν ἀγιώτατον Κικηφόρον τὸν πατρι-
ἀρχην, δείκνυσιν αὐτῷ τὰ συλλεγέντα παρὰ τοῦ
Ἰωάννου πιττάκια, καὶ μυθικὰ λογίδρια ὡς μειρα-
κίσκων ἀθύρματα. Ὁ δὲ ἀγιώτατος καὶ σοφὸς τῆς
Ἐκκλησίας διδάσκαλος, ὡσπερ ἱστὸν ἀράχνης ταῦτα
διέλυσε, καὶ τέως μὲν ὁ βασιλεὺς εὐλαβηθεὶς, ἀνακω-
χὴν ποιεῖται τοῦ σκέμματος. Ὁ δὲ Ἰωάννης δεδιὼς
τὸν ἀπὲ τοῦ πατριάρχου ἀφορισμὸν, συμβεβηκυίᾳ δὲ
νόσῳ περιτρυχωθεὶς, ἠμελημένην μετάνοιαν ἐξσι.-
τεῖται παρὰ τοῦ πατριάρχου· συγγνώμην αἰτῶν τῆς
προπετείας, καὶ τῇ μοναδικῇ προσδραμεῖται μετα-
νοίᾳ· ὅπερ καὶ γέγονεν. Ὁ δὲ βασιλεὺς ἐν ἀπορίᾳ
καὶ ἀστοχίᾳ τῶν ἀγωνισμάτων γενόμενος, διενοεῖτο
τίνα ἄρα εὐρήσειε συνεργόν· μηνύεται δὲ αὐτῷ τὰ
περὶ τοῦ μητροπολίτου Ἀντωνίου ὄντι ἐν τῷ Σιλαίῳ
ὁ δὲ τάχιστα αὐτὸν κελεύει τὰ βασίλεια προσφθά-
νειν.
κα. Καὶ δὴ πρὸς αὐτὸν ὁ βασιλεύς · Συναγώνισαι
ἡμῖν, ὦ μητροπολῖτα, εἰς ὁ βουλόμεθα, καὶ πρόεδρόν
σε καταστήσω τοῦ πατριαρχικοῦ θρόνου. Ὁ δὲ ἑτοι-
μότατα τὰ προσταχθέντα ποιεῖν ἐπαγγέλλεται. ἔνοὺς
δὲ ὁ ἀγιώτατος πατριάρχης Nικηφόρος, προσκαλε-
σάμενος αὐτὸν, εἶπεν, εἰ ταῦτα οὕτως ἔχει. Ὁ δ4
φησι· Μὴ γένοιτο ἡμῖν, ὧ δέσποτα, τοῦτο, μηδέ τι
πρᾶξαι· ἀλλὰ καὶ πρὸς πλείονα πληροφορίαν, τοὺς
ἰδιοχείρους μου σταυροὺς ὑπογράφω, τῷ τῆς ὁρθο-
δοξίας λιβέλλῳ ἐπόμενος. Ὁπερ καὶ τάχιον κατὰ
παρουσίαν τῶν συνευρεθέντων ἀγιωτάτων μητρ
πολιτῶν πεποίηκεν, καθὼς καὶ ἐν χειροτονίᾳ αὐτοῦ
εαῦτα ὑπέγραψενν « Ἐν ὁνόματι τοῦ Πατρὸς καὶ τοῦ
Τίοῦ καὶ τρῦ ἀγίου Πνεύματος, Ἀντώνιος ἐλέει Θεοῦ
μητροπολέτης Σλαίον, χειρὶ ἐεῇ ὑπέγραψα· Dι-
στεύοντες εἰς τὴν ἀγίαν καὶ ὁμοούσιον καὶ ζωοποεεὸν
Τριάδα, τὰς τιμίας ἀσπαζόμεθα εἰκόνας. Ορ μὴ
οὕτω φρονοῦντες ἀνάθεμα ἔστωσαν. Οἱ μὴ οὕτω πι-
στεύοντες πόῤῥω τῆς Ἐκκλησίας ἐκδιωχθήτωσαν.
Aὕτη ἡ πίστις τῶν ἀγίων· αὕτη ἡ πίστις την οἴκου-
μένην ἐφώτισε. Οἱ οὖν τολμῶντες μετὰ ταῦτα ἀνα-
τρέπειν τι τῶν ἐνθέσμων τῇ Ἐκκλησίᾳ παραδε-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.