PG 95, col. 40

καὶ ἐφʼ ἑκάστου τῶν μερικῶν μετέχεται, ἀλλʼ
ἑνιαίως καὶ κοινῶς· καὶ ἑκάστη μὲν ὑπόστασις.
ἐδιαζόντως θεωρεῖται, οὐκ ἔστιν δὲ αὐτῶν κοινὴ μία
ὑπόστασις. Ἡ δὲ θεότης, καὶ ὁ ἀγιασμὸς, καὶ ἡ
κυριότης, εἰ καὶ ἐφʼ ἐκάστης τῶν ὑποστάσεων μετ-
έχεται, ἀλλὰ κοινὴ τῶν τριῶν ἐστιν ὑποστάσεων, μία
τυγχάνουσα. Οὐ γὰρ ἄλλη θεότης Πατρὸς, καὶ ὀλλη
Τἱοῦ, καὶ ἄλλη ἀγίου Πνεύματος, οὐδὲ ἀγιασμὸς,
ἢ κυριότης, ἀλλὰ μία καὶ ἡ αὐτὴ ὀλικῶς, καὶ ἀδιαι-
ρέτως ἐν ἐκάστη τῶν ὑποστάσεων οὕσα· πᾶσα Πα-
τρὸς, πᾶσα Υἱοῦ, πᾶσα ἀγίου Πνεύματος, μία Πατρὸς,
καὶ μία Υἱοῦ, καὶ μία ἀγίου Πνεύματος. Aἱ δὲ ὑπο-
στάσεις, οὐχ οὕτως, ἄλλʼ ἐτέρα Πατρὸς, ἐτέρα Υἱοῦ,
καὶ ἐτέρα ἀγίου Πνεύματος. Ἐκάστη μὲν οὗν ὑπό-
στασις καθʼ ἑαυτὴν Θεὸς, καὶ ἅγιος, καὶ Κύριος
λέγεται, καὶ εἴ τι τοιοῦτον, ὅτε δὲ συναριθμοῦνται,
οὐ τρεῖς θεοὶ, ἢ ἅγιοι, ἢ κύριοι, λέγονται, ἀλλʼ εῖς
Θεὸς τὰ τρία, εἶς Κύριος, εἶς ἄγιος, ὅτι Θεὸς, καὶ
αἱ αὐτοῦ δυνάμεις, Λόγος καὶ Πνεῦμα, εἶς Θεὸς, εἶς
ἅγιος, εἶς Κύριος, καὶ οὐ τρεῖς. Ἀλλὰ Θεὸς μὲν,
καὶ Θεὸς, καὶ Θεὸς, διὰ τὸ τέλειον τῆς ἐκάστου
ὑποστάσεως, καὶ ἅγιος, καὶ ἄγιος, καὶ ἄγιος, καὶ
Κύριος, καὶ Κύριος, καὶ Κύριος· οὐ τρεῖς δὲ θεοὶ,
ἢ ἅγιοι, ἢ Κύριοι. Διότι ὁ Λόγος καὶ τὸ Πνεῦμα δυνά-
μεις εἰσὶ τοῦ Πατρός· δυνάμεις δὲ ἐνυπόστατοι ἀχώ-
ριστοι τοῦ Πατρὸς, τοῦ ἐξ οὗ, καὶ ἐν ῷ εἰα, καὶ
πρὸς ὅν ὡς αἴτιον ἀναφέρονται. Οὕτε γὰρ τόπῳ ἢ
βουλήσει, ἢ ἐνεργείᾳ, ἢ ἰσχύῖ, ἢ ἐξουσίᾳ χωρίζονται,
ἢ τινι τῶν ὅσα ἐπὶ Θεοῦ λέγεται· εἰ μὴ μόνον ταῖς
ὑποστάσεσι, καὶ τοῖς χαρακτηριστικοῖς ἐκάστης ὑπο-
στάσεως ἰδιώμασιν. Ἡμεῖς γὰρ γεννώμενοι, τεμνό-
μεθα διάμπαξ τῶν Πατέρων, καὶ χωριζόμεθα, καὶ
τοῦτο δηλῶν ἔφησεν ὁ θεολόγος Ερηγόριος, ἀφιέντες
ἀρπιέμενοι. Οὐ γὰρ δύναμις τοῦ Πατρὸς ὁ Υἰὸς ἐφʼ
ἡμῶν καθέστηκεν, οὐδὲ λόγος ἢ σοφία· ἐπὶ δὲ Θεοῦ,
τὰ δύο συντρέχουσι, τὸ καὶ δυνάμεις εἶναι τοῦ Πατρὸς,
τὸν Τίὸν, καὶ τὸ Πνεῦμα, ὡς Λόγον νοῦ καὶ τὸ
ΤΠνεῦμα, καὶ ὑποστάσεις τελείας, ὅπερ ⁵ πρέπον
μόνῳ τῷ ὑπερουσίῳ Θεῷ. μεῖς δὲ καὶ γνώμῃ τε-
μνόμεθα, καὶ δυνάμει, καὶ τόπῳ. Διὸ καὶ ἄνθρωποι,
οὐκ ἄνθρωπος ὁ δεῖνα, καὶ ὁ δεῖνα λεγόμεθα·
ἐπὶ δὲ Θεοῦ, οὐχ οὕτως, ἀλλὰ καθώς προειρή-
καμεν.
Ἀλλʼ ἄγε καὶ δὴ καὶ ἃς προφέρουσι χρήσεις, ἐπι-
σκεψώμεθα, καὶ τὴν ἀκριβῆ τούτων ἐξέτασιν ποιη-
σώμεθα. Πατρικαὶ γὰρ αὗται, καὶ οὐδαμῶς ἀντεροῦ-
μεν· ἀλλὰ χρὴ συμφώνους, καὶ μὴ ἀλλήλοις ἐναν-
τίους, οὐδὲν δὲ ἕλαττον ἐαυτοῖς ἀντιλόγους καὶ μα-
χομένους ἀποδεικνύειν τοὺς ἀγίους Πατέρας καὶ
διδασκάλους· ὧν τὸ περὶ πίστεως φρόνημα ἐνιαῖον
καὶ ἀπαράλλακτον ἔδειξεν ἡ μία τοῦ Πνεύματος δύ-
ναμίς τε καὶ ἔλλαμψις.
VARu LECIOSES.
teg. t991 in fragm. ἐκάστης. s Reg. 2950 ὡς ὑποστάσεις τελείας, νοῦν λόγον, καὶ πνεῦμα, ὅπερν

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.