PG 95, col. 444

Οὐ κερὶ ἀνθρώπου ψιλοῦ, φησὶν, δ λόγος ἡμῖν.
Διάτοι τοῦτο προσέθηκεν τὸ, κατὰ σάρκα, αἰνιττό-
μενος, ὅτι καὶ κατὰ πνεῦμα γένησίς ἐστι τοῦ αὐτοῦ
τῇ τάξει δὲ τοῦ μυστηρίου ἡκολούθησεν. Πρῶτον γὰρ
εἶδον αὐτὸν ἄνθρωπον ἐπὶ γῆς· καὶ τὸν γεννώμενον
ἀνακηρυττόμενον καὶ τότε ἔγνωσαν Θεὸν, φησίν.
«Τοῦ δρισθέντος Υἰοὺ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦ-
μα ἀγιωσύνης, ἐξ ἀααστάσεως ἐκ νεκρῶν Ἰησοῦ
Χριστοῦ τοῦ Κυρίου ἡμῶν. »
Τὸν ἐκ Λαβὶδ γεννώμενον ἀνακηρύττομεν, φησὶs,
ὅτι καὶ Τἱὸς Θεοῦ ἐστιν οὗτος ὁ σαρκωθείς · πρῶ-
τον, ἀπὸ τῶν προφητῶν διʼ ὁ ἔλεγεν· Ὁ προεπηγ-
γελατο ἄἄιὰ τῶν προφητῶν. Δεύτερον, ἐξ αὐτοῦ
τοῦ τρόπου τῆς γεννήσεως, ὁ καὶ αὐτῷ ἔδειξεν εἰ-
πών· ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα· ὅτι τδν
τῆς φύσεως ἔλυσεν νόμον ἐκ Παρθένου τεχθεές·
τρίτον, ἀπὸ τῶν θαυμάτων· τοῦτο γάρ ἐστιν έν δυ-
νάμει. Τέταρτον, ἀπὸ τοῦ πνεύματος δπερ ἐδίδυ
τοῖς πιστεύουσιν εἰς αὐτὸν, διʼ οὗ πάντας ἀγίους
ποιεῖ. Διὸ Πνεῦμα ἀγιιωσόνης εἶπεν· πέμπτον,
ἀπὸ τῆς ἀναστάσεως αὐτοῦ· πρῶτος γὰρ αὐτὸς
καὶ μόνος ἑαυτὸν ἤγειρεν. Τοῦ ὀρισθέστος, δει-
χθέντος, ἀποφανθέντος, ὁμολογηθέντος ἀπὸ τῆς πάν-
των γνώμης καὶ ψήφου.
« Διʼ οὗ ἐλάβομεν. »
Ὁρα τὴν εὐγνωμοσύνην · οὐδὲν ἑαυτοῦ βούλεται,
ἀλλὰ πάντα τοῦ Δεσπότου.
« Χάριν καὶ ἀποστολήν. »
Οὐχ ἡμεῖς ἑαυτοῖς κατωρθώσαμεν, φησὶ, τὸ γε-
νέσθαι ἀποστόλους· οὕτε γὰρ καμόντες πολλὰ τὴν
ἀξίαν ταύτην ἐλάβομεν · ἀλλὰ χάριν ἐλάβομεν,
καὶ τῆς ἄνωθεν δημιουργίας τὸ κατόρθωμα γέ-
γονεν.
« Εἰς ὑπακοὴν πίστεως.»
Οὐκ εἶπεν, εἰς ζήτησιν καὶ κατασκευὴν πί-
στεως, ἀλλʼ εἰς ὑπακοήν. Ὁταν γὰρ ὁ Δεσπότης
ἀποφαίνηται, τοὺς ἀκούοντας οὐ περιεργάζεσθαι
χρή τὰ λεγόμενα καὶ πολυπραγμονεῖν, ἀλλὰ δέχε-
σθαι μόνεν.
« Ἐν πᾶσιν τοῖς ἔθνεσιν. »
Ὁρα πῶς ἔσται τὸ κήρυγμα· εἴ γε πάλαι μὲν
ὁ διὰ Μωὕσέως νόμος, ἐνὶ ἐκηρύττετο ἔθνει· τὸ
δὲ Κὐαγγέλιον εἰς πέρατα τῆς οἰκουμένης διαδέ-,
δοται.
« πὲρ τοῦ ὀνόματος αὐτοῦ. »
Οὐχ ἵνα τὴν οὐσίαν περιεργασώμεθα, φησίν·
ἀλλʼ ἵνα εἰς τὸ ὄνομα πιστεύσωμεν. Τοῦτο γὰρ
ἦν τὸ ὄνομα, ὁ καὶ τὰ σημεῖα ἐποίει. Ἐν γδρ τῷ
ὀνόματι Ἰησοῦ Χριστοῦ, φησὶν, ἐγερε καὶ aeρt-
πάτει.
« Ἐν οἶς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ·
πᾶσι τοῖς οὕσιν ἐν ώμῃ ἀγαπητοῖς Θεοῦ. »
Duo in verbis istis bona licct videre, quamque Δύο διὰ τούτων ἔστιν ἰδεῖν ἀγαθὰ, καὶ κολακείας
vARI6 LECTIONES.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.