PG 95, col. 452

Λῖ τε γὰρ θήλειαι αὐτῶν μετῆλλαξαν τὴν φυσικὴν
χρῆσιν εἰς τὴν παρὰ φύσιν. Ὁμοίωτ δὲ καὶ οἱ ἄῤῥενες
ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύ-
θησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν
ἄρσεσι τὴν ἀσχημοσύνην κατεργασάμενοι, καὶ τὴν
ἀντιμισθίαν ἦν ἔδει τῆς πλάνης αὐτῶν ἐναὐτοῖς ἀπο-
λαμβάνοντες. Καὶ καθὼς οὐκ ἐδοκίμασαν ἔχειν τὸν
Θεὸν ἐν τῇ γνώσει, παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον
νοῦν, ποιιεῖν τὰ μὴ καθήκοντα. »
Εἰ καὶ ἐκεῖνοι, φησὶν, ἀφέντες αὐτὸν, πμοσεκύνη-
σαν κνωδάλοις, ἀλλʼ οὐδὲν αὐτοῦ παρεφθάρη δόξα·
ἔστι γὰρ εὐλογητός.
« Πεπληρωμένους πάσῃ ἀδικίᾳ, κακίᾳ, πονηρέsᾳ,
πλεονεξίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου,
κακοηθείας, ψιθυρίας, καταλάλους, θεοστυγεῖς, ὑβρι-
στὰς, ὑπερηφάνους, ἀλαζόνας. »
Εἰπὼν τὸ γενικὸν, καὶ κατʼ εἶδος λοιπὸν διεξέρχε-
ται τὰ κακὰ, ἅπερ ἡ ἀσέβεια εἰργάσατο. δεοguι-
σεῖς.
« Ἐφευρετὰς κακῶν. »
Ἰνα τῆς γνώμης λοιπὸν γένηται κατηγόρημα,
ἐφευρετὶς κακῶν αὐτοὺς προσηγόρευσεν.
« ονεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀσυνθέτους, ἀστόρ-
γους, ἀνελεήμονας· οἶιινες τὸ δικαίωμα τοῦ Θεοῦ
ἐπιγινώσκοντες. »
Καὶ κατὰ τῆς φύσεως ἔστησαν, φησίν.
« Ὁτι οἱ τὰ τοιαῦτα πράσσοντες, ἄξιοι θανάτου
εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦ-
σιν τοῖς πράσσουσιν. s
Δύο θεὶς ἀντιθέσεις, ἐνταῦθα ἀνεῖλεν ἀμφοτέρας.
Τί γὰρ ἂν εἴποις, φησὶν, ὅτι οὐκ οἶδας τὰ πρακτέας
Σὺ μὲν οὖν εἰ καὶ τοῦ μὴ εἰδέναι αἴτιος, ἀφεὶς τὸν
γνωρίζοντά σοι Θεόν· νῦν δὲ καὶ διὰ πολλῶν δείκνυ-
μεν εἰδότα καὶ ἐκόντα πλημμελοῦντα· ἀλλʼ ὑπὸ πά-
θους ἔλκῃ. Τί οὗν καὶ συμπράττεῖς καὶ ἐπαινεῖςῃ
ΕοΑA. r.
« Διὸ ἀναπολόγητος εἶ, ὧ ἄνθρωπε, πᾶς ὁ κρί-
νων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατα-
κρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. Οἴδαμεν
δὲ, ὅτι τὸ κρῖμα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ
τοὺς τὰ τοιαῦτα πράσσοντας; »
Πρὸς τοὺς ἄρχοντας μὲν τῆς ώμης ἀποτείνει
τὸν λόγον, καὶ πρὸς ἕκαστον δὲ ἀνθρωπον ἀρμόσει·
ἐαυτοὺς γὰρ κρίνομεν, ἀφʼ ὧν τὰ παραπλήσια ἡμῖν
πρατοντας ἐτέρους κρίνopaεν.
« Λογίζῃ δὲ, ῶ ἄνθρωπε, πᾶς ὁ κρέκν τοὺς τὰ
τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκε-
φεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; 8 τοῦ πλούτου τῆς χρη-
στότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυ-
μίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ
εἰς μετάνοιάν σε ἄγει; »
Ἀνθυποφορά·· ἀλλὰ τέως οὐ κολάζομαι, φησίν· ὁ
δὲ τὴν ὑπέρθεσιν οὐκ εἰς συγγνώμην, ἀλλʼ εἰς μεί-
ζονα κόλασιν κατασκευάζει, τοὺς μὴ βουλομένους
διʼ αὐτῆς χωρεῖν εἰς μετάνοιαν.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.