PG 95, col. 468

ίστησιν.
ttEΑΛ. Δ.
«Τἱ οὖν ἐροῦμεν εὐρηκέναι Ἀβραὰμ τὸν προπά-
τορα ἡμῶν κατὰ σάρκα; »
Ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἔστρεφον οἱ Ἰουδαῖοι,
δτι ὁ πατριάρχης καὶ τῷ Θεῷ φίλος περιτομὴν ἐδέ-
ξατο πρῶτος, βούλεται διδάξαι, ὅτι κάκεῖνος ἐκ πί-
στεως ἐδικαιώθη· πατέρα δὲ αὐτὸν κατὰ σάρκα
ἐκάλεσεν, ἐκβαλὼν αὐτοὺς τῆς πρὸς αὐτὸν γνησίας
συγγενείας, καὶ προοδοποιῶν τοῖς ἔθνεσι τὴν πρὸς
αὐτὸν ἀγχιστείαν.
«Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθηη, ἔχει καύ-
χημα, ἀλλʼ οὐ πρὸς τὸν Θεόν. Τί γὰρ ἡ ραφὴ λέγει;
Ἐππίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ
εἰς δικαιοσύνην. »
Δύο εἰσὶ καυχήματα, τὸ μὲν ἀπὸ τῶν ἔργων, τὸ
δὲ ἀπὸ τῆς πίστεως. Πολὺ δὲ μεῖζον τοῦ ἀπὸ τῶν
ἔργων τὸ ἀπὸ τῆς πίστεως· ὁ μὲν ἐπὶ τοῖς ἔργοις
καυχ ώμενος, τοὺς οἰκείους ἔχει προβαλέσθαε πόνους,
ὁ δὲ ἐπὶ τὸ πιστεῦσαι τῷ Θεῷ καλλωπιζόμενος, πολὺ
μείζονα καυχήσεως ἀφορμὴν ἐπιδείκνυται, ἅτε δο-
ξάσας καὶ μεγαλύνας τὸν Θεόν· καὶ ὁ μὲν ἐργαζό-
μενος τὰς ἐντολὰς, ὑπήκουσεν αὐτῷ· ὁ δὲ πιστεύ-
σας, τὴν προσήκουσαν ἔλαβεν περὶ αὐτοῦ δόξαν, καὶ
τῆς διὰ τῶν ἔργων ἐπιδείξεως μειζόνως ἐδόξασεν
καὶ ἐθαύμασεν· καὶ ἐκεῖνο μὲν τὸ καύχημα τοῦ κατ-
ορθοῦντός ἐστιν. Τοῦτο δὲ Θεῖν δοξάζει, καὶ ὅλον
ἐστὶν αὐτοῦ· καυχᾶται γὰρ ἐπὶ τῷ περὶ αὐτοῦ με-
γάλα φαντάζεσθαι, ἅπερ εἰς τὴν ἐκείνου διαβαίνει
δόξαν.
«Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ
χάριν, ἀλλὰ κατὰ ὀφείλημα· τῷ δὲ μὴ ἐργαζομένῳ,
πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογί-
ζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. »
Πούλει, φησὶ, τῆς πίστεως καὶ τῶν ἔργων εἰδέναι
τὸ μέσον; Ἐκαστον ἀπὸ τέλους δοκίμαζε, καὶ εὐρή-
σεις, τῶν μὲν ἐργαζομένων μισθὸν ὅντα τὸ τέλος,
τῶν δὲ πιστευόντων δικαιοσύνην ὑπάρχειν τὸ πέρας.
Ὁ μὲν γὰρ μὴ φονεύειν ἢ μοιχεύειν κατορθοῖ, ἢ τt
τοιοῦτο· ὁ δὲ τὴν προσήκουσαν δόξαν λαμβάνει περὶ
Θεοῦ, ὅτι τὸν ἀσεβῆ οὐ μόνον ἀπαλλάξαι δίκης
ἰσχύει, ἀλλὰ καὶ δίκαιον ἀποφῆναι.
« Καθάπερ καὶ Δαβὶδ λέγει τὸν μακαρισμὸν τοῦ
ἀνθρώπου, οὗ ὁ Θεὸς λογίζεται δικαιοσύνην χωρὶς
ἔργων· Μακάριοι ὡν ἀφεθήσαν αἱ ἀνομίαι, καὶ ὧν
ἐκαλύφθησαν αἱ ἀμαρτίαι· μακάριος ἀνὴρ, οὗ οὐ
μὴ λογίσηται Κύριος ἀμαρτίαν. »
Εἰπὼν τῆς πίστεως δικαιοσύνην, τὸν μισθὸν ἐπὶ τὸ
præmium illius magis auget et amplificat, bcatita- μτῖζον αὔξων· μακαρισμὸν δὲ νῦν λέγει· ὅμοιον δὲ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.