PG 95, col. 81

e. Εἰ δὲ θέλεις νικῆσαι τὴν φιλαργυρίαν, ἀγάπα
τὴν ἀκτημοσύνην, καὶ τὴν ἀτέλειαν· καὶ ἐνθυμοῦ
τὴν τοῦ Ἰούδα κατάκρισιν. καὶ ὅτι διʼ αὐτῆς προ-
δέδωκε τὸν Κύριον τοῖς ἀνόμοις· καὶ ὅτι πᾶς φιλ-
ἀργυρος καὶ εἰδωλολάτρης καλεῖται παρὰ τῆς
θείας ραφῆς· καὶ ὅτι τῆς ἐλπίδος ἡμᾶς ἀφιστᾷ
τοῦ Θεοῦ· καὶ ὅτι ἡ ἀπόλαυσις τῶν χρημάτων πρόσ-
καιρος, τοῖς δὲ φιλαργύροις ἡ κόλασις ἀθάνατος·
ταῦτα οὗν λογιζόμενος, καὶ μηδὲν πλέον τῆς αὐταρ-
κείας ζητῶν, τὸ πάθος τοῦτο νικήσεις.
ς. Εἱ δὲ πάλιν ἐκ τῆς κοσμικῆς λύπης ἐκτα-
ράττῃ, καὶ θορυβῇ, ὀφείλεις εὔχεσθαι συνεχῶς, καὶ
τὴν ἐλπίδα πᾶσαν πρὸς τὸν Θεὸν θεῖναι, καὶ μελέ-
την ἀσκεῖν τῶν θείων ραφῶν, καὶ μετʼ εὐλαβῶν
μοναχῶν καὶ φοβουμένων τὸν Κύριον συναναστρέ-
φεσθαι, καὶ πάντων τῶν παρόντωων, ὡς μὴ ὄντων
καταφρονεῖν, καὶ τὴν χαρὰν τὴν ἐν οὐρανοῖς ἐννοεῖν,
τάς τε τῶν δικαίων ἀπολαύσεις. Καὶ ἐὰν τυφθῇς
ὑπό τινος, ἢ ἀτιμασθῇς, ἢ ἐκδιωχθῇς, μὴ λυπηθῇς,
ἀλλὰ μᾶλλον χαῖρε· τότε δὲ μόνον λυποῦ, ὅταν εἰς
Θεὸν ἀμάρτῃς· οὕτω γὰρ πνεύματι δυνήσῃ τοῦ
πάθους ἀπαλλαγῆναι.
ς. Ὁταν δὲ πάλιν ὑπὸ τοῦ θυμοῦ καὶ τῆς ὀξυ-
χολίας ταράττῃ, συμπάθειαν ἀναλαβοῦο, καὶ δού-
λωσον πρὸς τοὺς ἀδελφοὺς, καὶ εἰ δυνατὸν, νίπτε
τοὺς πόδας αὐτῶν συνεχῶς ἐν ταπεινοφρονήματι,
καὶ συγχώρησιν ζήτει παρὰ παντὸς ἀνθρώπευ, καὶ
τοὺς ἀσθενοῦντας συνεχῶς ἐπισκέπτου, τήν τε γλῶα-
σαν κίνει πρὸς ψαλμῳδίαν, καὶ τάχιστα τοῦ πάθους
ἀπαλλαγήσῃ.
. Εἰ δὲ τὴν ἀκηδίαν θέλεις νικῆσαι, κάμνε τί
ποτε μικρὸν ἐργόχειρον, καὶ ἀναγίνωσκε, καὶ προσ-
εύχου πυκνῶς μετʼ ἐλπίδος βεβαίας τῶν καλῶν·
ἐννόει τούς τε ψυχοῤῥαγοῦντας, καὶ τὴν βίαν καὶ
τὸν πνιγμὸν τῶν ἀμαρτωλῶν, ππῶς ἀνηλεῶς τιμω-
ροῦνται καὶ βασανίζονται, καὶ οὕτω τοῦ πάθους
ἕξεις ἀνάπαυσιν.
dationem obtinebis.
. Εἰ δὲ ὑπὸ τῆς κενοδοξίας καὶ τοῦ τῶν ἀνθρώ-
πων ἐπαίνου δεινῶς τυραννῇ, ὀφείλεις μηδὲν πρὸς
ἐπίδειξιν τῶν ἀνθρώπων ποιεῖν, ἀλλὰ πᾶσαν τὴν
ἐργασίαν σου ποιεῖν ἐν κρυπτῷ, μηδενὸς ἄλλου εἰ-
δότος, ἢ τοῦ Θεοῦ μόνου· καὶ μὴ ἀγάπα τοὺς ἐπαί-
νους, μηδὲ τὰς τιμὰς τῶν ἀνθρώπων, μηδὲ τὰ καλὰ
ἱμάτια, μηδὲ τὴν προτίμησιν, καὶ τὴν πρωτο-
καθεδρίαν· μᾶλλον δὲ ἀγάπα ἵνα σε ψέγωσιν οt
ἄνθρωποι, καὶ κατηγορῶσι καὶ ἀτιμάζωσι ψευ-
δόμενοι· καὶ ἔχε ἐαυτὸν παντὸς ἀμαρτωλοῦ ἀμαρ-
τωλότερον.
peccstore nequiorem.
ce. Εἰ δὲ ὑπὸ τοῦ δαιμονιώδους πάθους τῆς κακί-
στης ὑπερηφανίας σεαυτὸν ὀρᾶς πολεμούμενον, ὀφεί-
λεις μηδένα λοιδορῆσαι, ἢ κρῖναι, ἢ ἐξουδενῶσαι τὸ
σύνολον, ἀλλʼ ἐαυτὸν περίψημα πάντων λογίζεσθαι,
καὶ ἐννοεῖν συνεχῶς, ὅτι ἐὰν μὴ Κύριος οἰκοδομήσῃ
⁵ Coloss. m, 5.
vARIæ LECTIOXES.
s Pgrcheym.legissevidetur ἀναβαλοῦ. mansuetudinem indue. ἔσ δχ. σεαυτόν.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.