PG 96, col. 1321

παθητὸς καὶ. μεριστὸς 6 Θεὸς ἐντεῦθεν εὑρίσκεται, εί
γε μέρος αὐτὸς λαϐὼν τῇ ὕλῃ προσέρριψεν⁸ ἀλλά
καὶ⁵ ή ὕλη τοῦ εἶναι κακὴ ἐλευθερωθήσεται, ἐρα-
σθεῖσα τοῦ ἀγαθοῦ, καὶ τὸ ἒξ αὐτοῦ φῶς καταπιοῦ-
σα · ἄλλον τε δὲ ἀπόκριναί μοι, ἀσώματος 6 Θεός ;
M. Ναὶ, ἀσώματος.
0. Πῶς οῦν 6 ἀσώματος καὶ ἁπλοῦς τομὴνῆ
διαίρεσιν ὑπομένει ;
- Μ. Ἀλλ’ οὐ διαίρεσιν ἢ τομὴν γεγονέναι λέγω
τῆς θείας οὐσίας, ἀλλά προσϐολὴν ὁμοούσιον τῷ προ-
ϐαλλομένῳ ο καὶπρὸς τοῦτο διαμάχεσθαι Χριστιανοὺς
ὂντας ὑμᾶς οὐκ οἶμαι, [οἳ] τὸν Υίὸν τοῦ Θεοῦ καὶ Λό-
γον, οὐ τμῆμα τῆς τούτου Πατρὸς οὐσίας φατὲ, καὶ
ὅμως όμοούσιον τῷ Πατρὶ καὶ παρ’ ὑμῖν ὁμολογεῖται
καὶ είς τὸν κόσμον ἀποσταλέσθαι ὑπὲρ σωτηρίας τῶν
ἀνθρώπων ὑπὸ τῆς ἁγίας Γραφῆς κηρύττεται ο οὕ·
τως οῦν τομῆς μὴ γενομένης 6 ἀγαθὸς Θεὸς δύνα-
μίν τινα προεϐάλετο πρὸς τὸ ἐπισχεῖν τῆς ὕλης τὴν
ἀταξίαν. τ
0. Καὶ οὕτως ἐλεγχθείης τῷ τῆς τομῆς ὲγκλήο
ματι περιπίπτων.
Μ. Ἐλεγξον, καῖ πείσομαι τοῖς σου.
0. Διαιρεῖσθαι τὴν ὕλην καὶτὸν Θεὸν ἰδίοις τόποις
οἷδαιπολλάκις ἀκηκοὼς ὑπὸ τῶν Μανιχαίων ο καὶ ὡς
τὸ μὲν νότιον τῇ ὕλῃ, τὸ δὲ βόρειον, καὶ ἀνατολικὸν,
καὶ δυτικὸν προσνέμεται τῷ ἁγαθῷ Θεῷ.
ο
Μ. Οὕτως γὰρ ὁμολογοῦμεν.
0. Πῶς οῦν οὐ δέδοικας τὴν τοσαύτης βλασφη-
μίας ὑπερϐολὴν, περιγραπτὸν εἰσάγων τὸ Θεῖον, δν
ἀγαθὸν καὶ παντοδύναμον ὁμολογεῖς, καὶ ταῦτα ἀπὸ
τῆς κακίστης ὕλης περιγραφόμενονς Πέρας γὰρ τῷ
Θεῷ δίδως, έν τόπῳ τοῦτον ὑποτιθέμενος · πέρας γάρ
ἐστι τόπος τοῦ περιέχοντος, καθὸ περιέχει τὸ περι-
εχόμενον · περιεχόμενος δὲ ὁ Θεὸς, πε ριγραπτὸς πάν-
τως ἐστί ο καλ⁸ αὐτὸς δὲ 6 16v Θεὸν περιέχων τόπος,
περιγράφεται κατ’ έκεῖνο τὸ τέλος, καθὸ τῆς ὕλης
τοῦ τόπου ἐφάπτεται ’ καὶ οὕτως ὑπὸ περιγραφομέ-
νου τόπου περιγραφήσεται 6 Θεὸς καθ’ ὑμᾶς, τοὺς
τόπῳ τινὶ περιορίζοντας τὸν Θεόν. Ἀλλά ταῦτα μὲν
παρείσθω ' εἰπὲ δέ μοι, ὲν τῷ οἰκείῳ τόπῳ μένοντα
τὸν Θεὸν φὴς προϐαλέσθαι τὴν ἐξ αὐτοῦ δύναμιν, D
καὶ ἐπὶ τὸν τῆς ὕλης ἐξαποστεῖλαι τόπον ;
Μ. Ναὶ, τοῦτό φημι.
0. Εί οῦν ὲκ τοῦ Θεοῦ προϐολὴ ἐν ἑτέρῳ γέγονε
τόπῳ, τοῦ Θεοῦ ὲν ἑτέρῳ χωρίῳ διαμείναντος, πῶς
οὐκ ἐμερίσθη τῆς τοῦ Πατρὸς ὑποστάσεως; Τὰ γὰρ
διεστῶτα τοῖς τόποις, πάντως καὶ ἀλλήλων διαιρεῖ-
σθαι ἀνάγκη · καὶ οὕτως οῦν ὴ τοῦ Θεοῦ δύναμις κα-
τά σὲ οὐκ ἔξω τῆς αὐτοῦ γέγονεν ὑποστάσεωςς τὸ δὲ
lavit ε in quo bello credunt miseri omnipotentem
Deum non‘sibi aliter potuisse succurrerexnisi par-
tem suam contraeam mitteret. Cujus gentis prin-
cipes, sicut‘illi dicunt, devoraveruntfpartem'Dei,
et temperati sunt ut posset mundus de illis fabri-1
cari. Sic dicunt Deum pervenisse ad victoriam cum
PATROL. Gn. XCVI.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.