PG 96, col. 1328

ἐνέργεια δέ ἐστιν ἡ τοῦ κατὰ φύσιν πρᾶξις, ἢ τοῦ
ἀλόγου ὡς ἀλόγου, ἣ τοῦ λογικοῦ ὡς λογικοῦ ⁸ τί οῦν
τῶν εἰρημένων ὁρίζῃ τὸ κακὸν εἷναι;
Μ. Ἐνέργειαν ο δῆλον δέ ὅτι πάσα ἐνέργεια οὐσία
ἐστὶν ἐνεργείας.
0. Πᾶσα μὲν ἐνέργεια οὑσία ἐστὶν ἐνεργείας ο
ἐρωτῶ δέ σε, ή κακία ἐνέργεια οῦσα, καὶ οὐσία εἶναι
δύναται;
Μ, Οῦτω φημί.
0. Πρῶτον μὲν ἐναντίος σεαυτῷ ὑπάρχεις, ἐξ οὑ·-
σίας γενέσθαι λέγων ἐνέργειαν, καὶ πάλιν οὐκ εἶναι
τὴν ἐνέργειαν ὑποτιθέμενος* ὅθεν πάσης ἀμαθίας
ὑπερϐολὴν καὶ παρά τοῖς άγαν ἀπείροις διαλεκτικῆς
οὐ διαφεύξῃ νοσῶν ’ ἐρωτῶ δέ σε, ἄρα πᾶσα ἐνέργεια
κακή;
Μ. Οὐ πάντως.
0. Ποίαν οῦν λέγεις κακὴν ἐνέργειαν.
Μ. Φόνον, μοιχείαν. ἀδικίαν, καὶ ὅσα τοιαῦτα.
0. Ei 6 φόνος κατά σὲ φύσει κακὸς, οι δικασταὶ
τυμδορύχους καὶ ἀνδροφόνους φονεύοντες, κακῶς
ποιοῦσι ο καὶ πάλιν ° τί δήποτε 6 μὲν τῇ ἰδίᾳ γαμετῇ
μιγνύμενος οὑχ ἁμαρτάνει, ἐν ἀλλοτρίᾳ δέ τοῦτο
ποιῶν ἁμαρτάνεις καὶ ταῦτα μιᾶς ἐνεργείας οὑσης
τῆς μίξεως ⁸ οἶμαί σε διὰ τούτων καὶ ἄκοντα προσ-
ομολογεῖν, ὅτι πᾶσα ἐνέργεια μέση ἐστί· ποικίλλε-
-ται δὲ τῇ γνώμῃ τοῦ μετιόντος, ἀρετὴ ἢ κακία τινος
μένη · ὁ μὲν γὰρ σωφρόνως τῇ ἰδίᾳ μίγνυται, 6 δέ
ἀκολάστως τῇ ἀλλοτρίᾳ.
Μ. Ἦ ἐπιθυμία οὑκ ἐστι κακῆς
0. Οὑ πάντως ο μέση γάρ ἐστι καὶ αὕτη ° καὶ δυ-
νατὸν αὐτὴν κοσμηθῆναι τῇ τοῦ νοῦ ἐπιστασία. Ἀμέ-
λει καὶ καλῶν ἐστιν ἐπιθυμῆσαι· 6 μέν γάρ ἐστι φι-
λόπτωχος, 6 δὲ φιλάργυρος ο καὶ 6 μὲν παιδοποιίας
χάριν τῇ μίξει κέχρηται, 6 δέ χάριν ἡδονῆς.
Μ. Τοῦτό μοι είπέζ ἐκ τοῦ ἀγαθοῦ καὶ ἀφθάρτου
Θεοῦ ή φθορά τῶν σωμάτων καὶ σῆψις ἐγένετος
D 0. Τὺ ἐκ τινος πολλαχῶς λέγεται’ ἔστι γὰρ ἐξ
ἐμοῦ 6 υἱός μου ὀμοούσιος ἐμοί· ἐκ τοῦ τέκτονος τὸ
βάθρον· ἐκ δὲ τῆς γῆς ot καρποί’ ἐκ τοῦ βασιλέως
δημεύσεις · ἡμεῖς τοίνυν οὑκ ἐκ τῆς οὑσίας τοῦ Θεοῦ
φαμεν εἶναι τὴν φθορὰν, βουλήσει δὲ αὑτοῦ ἐνεργεῖ-
σθαι συμφέροντα ἡμῖν. Εἰ γὰρ φθαρτῶν ὄντων τῶν
πραγμάτων, οὑτω περὶ αὑτῶν μεμήναμεν ὡς δικα-
στήρια καὶ πολέμους κατ’ ἀλλήλων κινεῖν, τί οὐκ ἂν
τολμήσαιμεν εί ἄφθαρτα ταῦτα παρήγαγεν; Πῶς
δὲ καὶ αἴσθησιν ἐμέλλομεν τῆς δωρεᾶς λαϐεῖν τῆς
ἀφθάρτου ζωῆς, ἢν ἡμῖν ἐφιλοτιμήσατο ό Κύριος
ήμῶν, εί μὴ πρότερον ἐν πείρᾳ γεγόναμεν τῆς φθαρ-
τῆς ταύτης καὶ ἐπικήρου ζωῆς, είς ἢν ἡμᾶς προ-
αγωνίσασθαι καλῶς ἔχειν ἐδοκίμασεν; ’Ἄλλως τε δὲ
εἰ ὴ φθορὰ κακὸν, ἡ γένεσις πάντως ἀγαθόν’ ἀλλὰ

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.