PG 96, col. 1352

ρος ἱστορηθείσας ἀγίας εἰκόνας, ἇσπερ ἡμῖν τρανῶς
σέϐειν καὶ προσκυνεῖν ἐδίδαξαν. Δι’ ὃ καὶ μετ’ dli-
γον διάλεκτον πρὸς ⁹τοὺς νεοκὴρυκας ποιησομενοι,
Θεοῦ διδόντος ἡμῖν καὶ τὸ ἀναπνεῖν, ὀλίγα ὲκ πολλῶν
παραθήσομεν, κᾶν οῦτοι ὡς χειροποίητα δῆθεν ἀπο·
στρέφονται.
γ’. Λεγέτωσαν ἡμῖν οί θολόσοφοι καὶ μεμψίμοιροι
καὶ ἀρεσταὶ τῆς φαύλης καὶ βεϐήλου καὶ ἑχθραινού-
σης Θεῷ συνόδου, τῆς γενομένης κατὰ Θεοῦ συγχω-
ρισμὸν ὲν Κωνσταντινουπόλει είς τὸν τόπον τὸν λεγό-
μενον Ὀνέρια, ποίῳ τρόπῳ καὶ⁸ σκοπῷ τὰς τῶν Πατέ-
ρων παρακρουόμενοι φωνὰς, κατά τὰς ιδίας ἐπιθυ-
μίας ὲαυτοῦς ἐξαπατῶντες ὲξελκόμενοι καὶ δελεαζὸ·
μενοι στρεϐλεῖτε; Εἴπατε ἡμῖν, ot νῦν κενοτομοῦντες
νέας πίστεως ἔκθεσιν, ποῖον ἐπὶ τῆς γῆς προσκυνηο
τὸν καὶ σεϐάσμιον καὶ λατρευτόν ἐστιν ἀχειροποίη-
τον; ὁ σταυρός; τὸ θυσιαστήριον; ἡ προσφορὰς τὸ
Εῦαγγέλιον; Πάντα χειροποίητα, ἀλλ’ ἡμῖν σεϐαστά
καὶ σωτηρίας σύμϐολα, ὥσπερ καὶ αἱ τῶν ἀγίων εί·-
κόνες, καὶ τῆς ὲνσάρκου τοῦ Χριστοῦ οἰκονομίας τῆς
ἀληθινῆς καὶ ἀνθρωπίνης αὐτοῦ σαρκὸς, ἢν διὰ τὴν
ἡμῶν σωτηρίαν προσελάϐετο ὲκ τῆς πανάγνου καὶ
Θεοτόκου Μαρίας, πάντα ἡμῶν λαϐὼν, χωρὶς μόνης
τῆς ἁμαρτίας. Διὸ καὶ τὴν είκόνα αὐτοῦ, καὶ τῆς
ἀχράντου αὐτοῦ Μητρὸς προσκυνοῦμεν καὶ σέϐομεν.
Καὶ ὑμεῖς δόκησιν τὸ μυστήριον ἀπεργάζεσθε. Ἡμεῖς
δὲ oi τῆς ἀληθείας, τῆς τῶν ἁγίων ἀποστόλων, καὶ
τῶν ἁγίων αὐτῶν μαθητῶν καὶ διαδόχων, ἡμετέρων
δὲ Πατέρων καὶ διδασκάλων, τὴν παρ’ αὐτῶν ἡμῖν
παραδοθεῖσαν πίστιν περὶ τῆς ἁγίας καὶ ὀμοουσίου
καὶ προπυνητῆς Τριάδος, ἀνακεκαλυμμένῳ προσώπῳ
λαμπρᾷ τε φωνῇ λέγομεν τὰ τοῦ προφήτου Ἠσαίουο
Ἀνάϐηθι ό εὐαγγελιζόμενος ἐπ’ ὄρος ὑψηλόν.
Καὶ ἡμεῖς ἀνερχόμεθα εἰς τὴν τρισυπόστατον ὁμοθυ-
σιοκόρυφον δόξαν, εὐαγγελιζόμενοι τά ἀγαθά τῆς ὀρ-
θοδόξου πίστεως, λέγοντες⁹
δ’. Πιστεύομεν εις Πατέρα καὶ Υίὸν καὶ ἆγιαν
Πνεῦμα, ἥτίς ἔστιν ὴ ἀγία Τριάς, ἄκτιστος, ἀΐδιος.
ἀσύγχυτος, ἀδιαίρετος, όμοούσιος,ὲν μιᾷ θεότητι καὶ
βασιλείᾳ καὶ κυριότητι, ὲν τρισὶ προσώποις ἤτοι om.
στάσεσικαὶ ἰδιότησι-προσκυνουμένη τε καῖ 60503.0-
γουμένη. ’ἰδιότητα γὰρ ὃταν είπω, τὸν Πατέρα Πατέ·
ρα νόησον, καὶ τδν Υίόν Υίὸν, καὶ τὸ Πνεῦμα τὸ ἀγιον
Πνεῦμα ἅγιον. Δῦται γάρ αἱ ἰδιότητες οῦκ ἀντιστρέ-
φονται. Οὐ δύναται γὰρ ό Πατὴρ Υἱὸς εἶναι, ἢ ὀΐίδς
Πατὴρ, ἢ τὸ Πνεῦμα τὸ ἀγιον εἶναι Πατὴρ ἦ Υἱός
ἀλλ’ ὡς εἷπον, Πατὴρ ὁ Πατὴρ, καὶ Υἱὸς ὁ Υἱὸς, καὶ
Πνεῦμα ἅγιον τὸ Πνεῦμα τὸ ἆγιον. Οὐκ ἦν ποτε ὅτε
οὐκ ἦν Πατὴρ, καὶ οὐκ ἧν ποτε ὅτε οὐκ ἦν Υἱὸς, καὶ
οὐκ ἦν ποτε ὅτε οὐκ ἦν τὸ Πνεῦμα τὺ ἅγιον. Διά
τοῦτο ἀκατάληπτος καὶὴ γέννησις τοῦ Μονογενοῦς.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.