PG 96, col. 1376

ἵππων ὲπιϐἀς, πτερόεντι δὲ ἀρετῶν ὀχήματι ἔπι-
διφρεύων, Βασίλειε, καὶ πρὸς νύσσαν οὐράνιον ἐλαύ-
νων.
Νόμιον μέλος ποιμενικῇ σου καλαύροπι, λογικῇ
τε σύριγγι φωνῶν τῆς ποίμνης ἧθροισας τά θρέμ-
ματα είς μίαν πίστιν, είς ἕνα τόπον χλόης, an»-
θώδεις αἱρέσεις ἐκφυγόντα.
'0 νέος Παῦλος , Ἐκκλησιῶν ὁ διδάσκαλος, ό τῷ
φθόγγῳ συμπαραλαϐὼν τὴν ὑπ’ οὐρανῶν, ό νοῦς ὁ
οὐράνιος, ἡ θεολόγος βροντὴ καὶ θεία σάλπιγξ, εύ-
φη μείσθω, Βασίλειος.
Μετὰ τοῦ Κτίστου πᾶς ὁ τὴν σὴν ἑξαήμερον διὰ
’λώττης φέρων καὶ αὐτῇ τὸν νοῦν ὲφιστῶν, καὶ
’ίνεται, καὶ κτίσεως γινώσκει λόγους, καὶ θαυμάζει
τε τὸν κτίστην ὕψει μόνῃ χρώμενος διδασκάλου.
Θεοτοκίον. -—— '0 τοῖς πατράσι Θεδς λαλήσας τὸ
πρότερον πολυτρόπως καὶ πολυμερῶς, ἡμῖν ἐν Υίῴ
ὕστερον ὲλάλησε. Καὶ γὰρ ό τούτου σύνθρονος Θεὸς
love; σαρκοιρόρος ὲκ σοῦ νπροῆλθε, Κόρη.
’ῼδῂ 6'. Νόμων πατρῴαν.
Νύκτα βαθεῖαν καὶ ἀσέληνον τῶν ζοφερῶν al-
ρέσεων διεσκέδασας, ἀνατείλας ὥσπερ ἥλιος, καὶ
πᾶσιν ὲφαπλώσας χρυσᾶς ἀκτῖνας πίστεως ὀρθῆς,
καὶ τοῖς ἐν γῇ κατασπείρας, Βασίλειε, ὀρθοδοξίας
ρέγγος· ἐξίσταται φωτὶ γὰρ τδ σκότος, καὶ τῇ ἀλη-
ο θεία ἐπιχωρεῖ τὸ ψεῦδος.
Ἀνθη ποικίλα θείας γνώσεως ὲκ λογικῶν λειμώ-
νων ἀπανθισάμενος’ νοεροῦς γάρ περιίπτασο τῆς
Γραςρῆς παραδείσους· ῶς νοερά τις μέλισσα σοφὴ
καὶ φιλεργὸς, μυστικὸν ὲγεώργησας θεολογίας μέλι,
αἱρέσεων πικρίαν ἀμϐλύνας, καὶ⁸ τοὺς μετασχόντας
αὐτοῦ καταγλυκαὶνων.
Χρόνος καὶ τάφος λήθης πρόξενοι τὴν φυσικὴν
ἐνέργειαν ἀπηρνήσαντο, ἐπὶ σοὶ μὴ κατισχύσαντες
τῆς ἱερᾶς σου μνήμης· κᾶν γὰρ ἐνθάδε, μάκαρ,
ἀπηλλάγης, ἀλλὰ ζῇς. Ἐν Θεῷ γάρ oi δίκαιοι ζῶσι
καὶ μετάίτέλος ζωὴν τὴν ὲν Χριστῷ κρυπτομένην,
ἦς ἡμᾶς μετόχους ἀνάδειξον εὐχαῖς σου.
Οὐρανομήκη στύλον πύρινον ό τῆς ἐρήμου στύλος
Ἐφραὶμ κατεῖδε σε· ἐκπλαγεὶς δὲ τῷ ὁράματι, τὴν
Καισαρέων πόλιν καταλαμϐάνων, προσομιλοῦντα τῷ
λαῷ εὑρηκώς σε, τεθέαται καινότερα τῶν πρώτων,
λευκὴν περιστερὰν πρὸς τὸ οῦς σοι διαλέγουσαν ἰδὼν
ὲν μυστηρίῳ.
Θεοτοκίον. - Σωματοφόρος ό ἀσώματος ὲκ τῆς
γαστρός σου, Δέσποινα, προελήλυθεν* ὁ τῷ λόγῳ
συστησάμενος τὴν ἀσώματον φύσιν, καὶ οὑσιιέισας
ἃπασαν οὐσίαν γεννητὴν, λογικὴν τε καὶ ἄλογον, τοῦ
Θεοῦ Πατρδς Λόγος διό μου τὰ τοῦ σώματος πάθη
νέκρωσον, νεκροῦντα τὸν νοῦν μου, ζωῆς μῆτερ.
ᾨδὴ I’. Μὴ ἐποὸὐρου μου, Μῆτερ.
Ἱερουργήσας ῶς θεῖος τοῦ Θεοῦ ίεράρχης τῆς βα·
σιλείας τὸ σεπτὸν ’καὶ ὄντως ἱερὸν, ίερὲ Βασίλειε,

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.