PG 96, col. 1377

Ὠς οὐρανῷ παμμεγέθει, ὡς ήλίῳ ἐμψύχῳ. ό ἐν
ήλίῳ ἐαυτοῦ τὸ σκήνωμα τιθεὶς, καὶ είς τοὺς ούρα-
νοὺς ὲν σοὶ ἐνῲκισεν ο Ἐνοικήσω γὰρ, ἔφη, περὶ τῶν
κατά σὲ, ml ἐμπεριπατήσω θεοπρεπῶς ἐν αὐτοῖς.
Ἀναδραμὼν ἐκ τῶν κάτω πρὸς τὴν ἄνω πατρίδα,
καὶ σὺν ἀγγέλοις παρεστὼς τῷ θρόνῳ τῷ φρικτῷ τῆς
ὑπερουσίου Τριάδος, δσιε, ὑπὲρ ἦς ήγωνίσω πρὸς
δύναμιν ἐν γῇ, μεμνημένος μὴ λίπῃς τῶν με μνημέ-
νων σου.
Νεανικῶς ἐξηλέγχθη παρὰ σοῦ ό τολμήσας συντα-
πεινῶσαι ἐαυτῷ θεότητος μορφὴν, είς δουλείαν 2).-
κων τὴν δεσποτικὴν κακῶς, τὴν ύπέρχρονον φύσιν
καὶ άκτιστον, τιθεὶς πονηρὸν οἷα κτίσμα μετὰ τῆς
κτίσεως.
Νέφος παχὺ τοῦ σαρκίου διασχὼν καὶ τὸ δάνος
διαλυσάμενος τῇ γῇ, ἁσχέτῳ τῇ ψυχῇ, καὶ νοῒ ἁΰλῳ
νῦν εἰσελήλυθας τὸν ἀνείδεον γνόφον καὶ eam
ὁμιλεῖν καὶ συνεῖναι καὶ συνευφραίνεσθαι.
Ἥ τοῦ Θεοῦ Ἐκκλησία ἀσφαλῶς ἐδρασμένη ὡς
θεμελίῳ άῤῥαγεῖ καὶ πέτρᾳ στερεᾷ, τῇ ἁσείστῳ βά-
σει τῇ τῶν δογμάτων σου , ἐναντίων ἀνέμων πνοαῖς
τυφωνικακ άπερίτρεπτος μὲν πόθῳ τιμῶσά σε.
Θεοτοκίον. - Σὲ, παναγία Παρθένε, ἁκαταίσχυν-
τον πρέσϐιν καὶ μεσιτείαν εὐμενῆ προϐάλλομαι
πιστῶς τῷ ἐκ σοῦ τεχθέντι· καλ⁸ ἱκετεύω σε, τῶν πολ- c
λῶν μου πταισμάτων τά πλήθη τὰ πολλὰ μητρικαῖς
σου πρεσϐείαις ἄρδην ἐξάλειψον.
ἸΩΑΝΝΟΥ ΜΟΝΑΧΟ Υ
ΚΑΝΩΝ ΕΙΣ ΤΟΝιΧΡΥΣΟΣΤΟΜΟΝ,
Οὔ ἡ ἀξιροσηχίς αὕτηο Συνὼνυμος μέλπει σε τὸ
χρυσοῦν στόμα. Οίκτρδς μοναχδςκαὶ ἱκέτης Ἰωάν-
Ἦχος ἀλ. β’. ’Κύῂατι ’θαλάσσης τὸν κρύ-
vra.
Στόματι πηλίνῳ καὶ γλώσσῃ γεώδει σε τὸν Χρυ-
σόστομον ὑμνεῖν δρμῶντι μοι, χρυσοφαὲς οὐρανόθεν
θείας γνώσεως ἀμάρυγμα ἐξαστράψας , φώτισον τὸν
νοῦν καὶ τήν καρδίαν μου.
’Υλην φθειρομένην καὶ ῥέουσαν δόξαν, καὶ κόσμον
σύμπαντα καὶ κοσμοκράτορα περιδραμὼν, ἀντὶ πάν-
των τον Χριστὸν ἐκτήσω. πάγχρυσεο οὗ τρωθεὶς τῷ
ἔρωτι ήγήσω πάντα σκύϐαλα.
Νόμοις τοῦ Σωτῆρος Χριστοῦ πειθαρχήσας, ἀπὸ
νεότητος ἐπὶ τῶν ὤμων σου ἀναλαϐὼν τὸν σταυρόν
σου, διὰ πόνων τῆς ἀσκήσεως αὐτῷ) ήκολούθησας,
σαρκὸς νεκρῶν τὸ φρόνημα.
’ῼκησας ἐρήμους ἀϐάτους, ἀνύδρους, άστεγος,
ἄσκευος, ἄτροφος, ἄγνωστος, ὥσπερ ό μέγας Ἠλίας,
Ἰωάννης τε ὀ πρόδρομος , ὧν ζηλῶν ἐζήλωσας τὴν
παρρησίαν, am. ’
Νίκην λαμπροτάτην ἀράμενος , μάκαρ, κατὰ τοῦ
δράκοντος μετά τροπαίων λαμπρῶν , ὥς τις ὀλυ μπιο-
νίκης, θείῳ ῐΙνεύματι φερόμενος, αὖθις ἐπανέδραμες
πρὸς τὴν ἐνιγκαμένην σε.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.