PG 96, col. 865

Τὸ δέ εὐκλεέστατον γένος τῶν χριστιανῶν καὶ τά
, τῶν μοναχῶν πλήθη παρ’ οὐδὲν θέμενοι τὺ τοῦ βα-
σιλέως σέϐας , καὶ τὴν αὑτοῦ μὴ δεδοικότες ὅλως
ἀπειλὴν, προέκοπτον τῇ τοῦ Χριστοῦ χάριτι, είς
λόγου κρείττονα πληθὺν ἐπιδιδόντες, καὶ βραχὺν μὲν
ποιούμενοι τοῦ βασιλέως λόγον (9.5), τῶν δὲ πρὸς
θεραπείαν 7 φερόντων Θεοῦ διαφερόντως ἐχόμενοι.
Καὶ διὰ τοῦτο πολλοὶ τῶν τὴν μοναδικὴν ἐπανῃρη-
μένων τάξιν, πάντα μὲν ἐπίσης τὰ ἐνταῦθα τερπνά
διέπτυον, πρὸς ἓν δὲ μόνον τοῦτο εἶχον ἐρωτικῶς ,
τὴν εὑσέῦειαν , καὶ τὸν ὑπὲρ Χριστοῦ θάνατον ἐδί- Β
ψων, καὶ τῆς ἐκεῖθεν ὠρέγοντο μακαριότητος. Ἑκή-
ρυττον οὖν. οὑ φόϐῳ τινὶ καὶ ὑποστολῇ , ἀλλά καὶ⁹
λίαν εὑπαρρησιάστως τὸ τοῦ Θεοῦ σωτήριον ὄνομα,
καὶ οὐδὲν ὃ τι μὴ Χριστὸς αὑτοῖς διὰ στόματος ἦν,
τήν τε ῥευστὴν καὶ εὑμάραντον φύσιν τῶν παρόν-
των καὶ τὺ πάγιον καὶ ἄφθαρτον τῆς μελλούσης
ζωῆς φανερῶς πᾶσιν ὑπεδείκνυον, καὶ οἱονεὶ ἀφορ-
μὰς παρεῖχον καὶ¹ σπέρματα πρὸς τὸ οἰκείους γενέ-
σθαι Θεῷ καὶ¹ τῆς ἐν Χριστῷ κρυπτομένης ἀξιωθῆ-
ναι ζωῆς (26). Ἐντεῦθεν πολλοὶ, τῆς ἡδίστης ἐκεί-
νης διδασκαλίας (27) ἀπολαύοντες, τοῦ μὲν πι-
κροῦ τῆς ἀπάτης ἀφίσταντο σκότους. τῷ δέ γλυκεῖ
τῆς ἀληθείας φωτὶ προσετίθεντο· ὼς καί τινας τῶν
ἐνδόξων καὶ τῆς συγκλήτου βουλῆς πάντα ἀποτί-
θεσθαι τὰ τοῦ βίου βάρη καὶ λοιπὸν γίνεσθαι μονα-
χους.
'0 δὲ βασιλεὺς, ὡς ἢκουσε ταῦτα, ὀργῆς ὃτι πλεί-
στης πληρωθεὶς ,καὶ τῷ θυμῷ ὑπερζέσας. δόγμα
αὐτίκα ἐξέθετο, πάντα Χριστιανὸν βιάζεσθαι τοῦ
ἐξόμνυσθαι τὴν εὐσέϐειαν. Ὅθεν καινά μὲν κατ’
αὑτῶν εἴδη βασάνων ἐπενόει καὶ ἐπετήδευε , καινοὺς
δὲ τρόπους θανάτων ἠπείλει. Καὶ γράμματα κατά
πᾶσαν τὴν ὑποτελῆ αὑτῴ χώραν ἐπέμπετο ἄρχουσι
καὶ ἡγεμόσι, 8 τιμωρίας κατά τῶν εὑ σεϐὦν καὶ σφα-
γὰς ἀδίκους ἀποφαινόμενα.Ἐξαιρέτως δέ κατὰ τῶν
τοῦ μοναδικοῦ σχήματος λογάδων θυμομαχῶν. ἇσ-
πονδον ἤγειρε τὸν πρὸς αὐτοὺς καὶ ἀκήρυκτον πόλε-
μον. Ταύτῃ τοι καὶ πολλοὶ μὲν τῶν πιστῶν τὴν διά-
νοιαν ἀνεσαλεὺοντο, ἄλλοι δὲ, τάς βασάνους μὴ
δυνηθέντες ὑπενεγκεῖν , τῷ ἀθεμίτῳ αὑτοῦ εἶκον
προστάγματι. Οί δέ τοῦ μοναχικοῦ τάγματος ἡγεμό-
νες καὶ ἀρχηγοὶ, οἱ μὲν , ἐλέγχοντες αὑτοῦ τὴν ἀνο-
μίαν, τὺ διὰ μαρτυρίου ὑπήνεγκαν τέλος καὶ τῆς
ἀλήκτου ἐπέτυχον μακαριότητος ο οἱ δέ ἐν ἐρημίαις
καὶ ὄρεσιν ἀπεκρύπτοντο, οὑ δέει τῶν ὴπειλημένων
βασάνων, ἀλλ’ οἰκονομίᾳ τινὶ θειοτέρᾳ.
ξιξηβραχῖξ pan. τῶν τοῦ βλλόγονκΑριοιι.. Lil
ad Colossi. tu, 5 εζἩΞρὴ ὑμῶν κέκρυ
(27) lEpist. ad Timotltrtv, (Ξ : Ἐντρεῲόμενος το

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.