PG 96, col. 868

αὑτοῦ δὴ τοῦ ἀέρος μολυνομένου , εἷς τῶν τοῦ βάσι-
λέως , ἀρχισατράπης τὴν ἀξίαν, ψυχῆς παραστή-
ματι , μεγέθει τε καὶ κάλλει, καὶ πᾶσιν ἄλλοις οἷς
ῶρα σώματος καὶ γενναιότης ψυχῆς ἀνδρείας χαραο
κτηρίζεσθαι πέφυκε, τῶν ἄλλων ἐτύγχανε διαφέρων.
Τὸ ἀσεϐὲς οὖν ἐκεῖνο πρόσταγμα ἀκούσας οὗτος,
χαίρειν εἰπὼν τῇ ματαία ταύτῃ καὶ κάτω συρομένῇ
δόξῃ τε καὶ τρυφῇ , ταῖς τῶν μοναχῶν λογάσιν ἐαυ-
τὸν ἐγκατέμιξεν, ὑπερόριος γενόμενος ἐν ἐρήμοις
τόποις, νηστείαις τε καὶ ἀγρυπνίαις καὶ τῇ τῶν θείων
λογίων ἐπιμελεῖ μελέτῃ τὰς αἰσθήσεις ἄριστα ἐκ·
καθάρας, καὶ τὴν ψυχὴν, πάσης ἀπαλλάξας ἐμπαθοῦς
σχέσεως , τῷ τῆς ἀπαθείας φωτὶ κατελάμπρυνεν.
9 '0 δὲ βασιλεὺς, πάνυ τοῦτον φιλῶν καὶ διὰ τιμῆς
ἄγων, ὡς ἤκουσε ταῦτα, ἤλγησε μὲν τὴν ψυχὴν ἐπὶ
τῇ τοῦ φίλου στερήσει, ἐξεκαύθη δὲ πλέον τῇ κατά
τῶν μοναζόντων ὀργῇ. Καὶ δὴ κατά ζήτησιν αὑτοῦ
πανταχοῦ ἀποστείλας, καὶ πάντα λίθον κινήσας, τὸ
τοῦ λόγου @8), ὥστε τοῦτον ἐφευρεῖν, μετά οὖν
χρόνον ἱκανὸν οἱ είς ἐπιζήτησιν αὐτοῦ πεμφθέντες .
ὼς, ᾔσθοντο ἐν ἐρήμοις αὑτὸν τὰς οἰκήσεις ἔχοντα.
διερευνήσαντες καὶ συλλαϐόμενοι , τῷ τοῦ βασιλέως
παρέστησαν βήματι. Ἰδὼν δέ αὑτὸν ἐν οὕτω πενι-
χρᾷ καὶ τραχυτάτῃ ἐσθῆτι τὸν λαμπροῖς ποτε ίμα-
τίοις ἠμφιεσμένον, καὶ τὸν πολλῇ συζῶντα τρυφῇ
τεταριχευμένον τῇ σκληρᾷ τῆς ἀσκήσεως ἀγωγῇ.
καί¹ τοῦ ἐρημικοῦ βίου ἐναργῶς περικείμενον τά
γνωρίσματα, λύπης ὁμοῦ καὶ ὀργῆς ἐπεπλήρωτο,
καὶ, ἐξ ἀμφοῖν τὸν λόγον κεράσας, ἔφη πρὸς αὒ-
τόν (29) '
Ὦ ἀνόητε καὶ φρενοϐλαὸἐς, τίνος χάριν ἀντηλ-
Λάξω τῆς τιμῆς αἰσχύνην , καὶ τῆς λαμπρᾶς δόξης
τὴν ἀσχήμονα ταύτην ίδέανς '0 πρόεδρος τῆς ἐμῆς
βασιλείας καξι ἀρχιστράτηγος τῆς ἐμῆς δυναστείας,
παίγνιον μειρακίων σεαυτὸν καταστήσας, οὐ μόνον
τῆς ἡμετέρας φιλίας καὶ παρρησίας μακρὰν λήθην
πεποιηκὼς, ἀλλά καὶ αὐτῆς κατεξαναστὰς τῆς φύ-
σεως, καὶ μηδὲ τῶν ίδίων τέκνων οἶκτον λαϐὼν,
πλοῦτόν τε καὶ πᾶσαν τὴν τοῦ βίου περιφάνειαν είς
ιο οὐδὲν λογισάμενος , τὴν τοσαύτην ἀδοξίαν τῆς
περιδλέπτου προέκρινας δόξης, ἵνα τί σοι γένηταις
Καὶ τί ἐντεῦθεν κερδήσεις , ὅτι πάντων θεῶν τε καὶ
ἀνθρώπων τὸν λεγόμενον προτετίμηκας Ἰησοῦν, καὶ
τὴν σκληρὰν ταύτην καὶ δυσείμονα ἀγωγὴν τῶν
ἡδέων κα)⁵ ἀπολαυστικῶν τοῦ γλυκυτάτου βίου;
Τούτων ἀκούσας ὁ τοῦ Θεοῦ ἄνθρωπος (30) ἐκεῖ·
ανὴν καὶ* «ipsa, λίΟονἽ κινοῦντος. δπωςι τὸ τοιοῦτον
κινῶν. τὸ τοῦ λόγου. Euripides dixit πάντα κινῆσαι
Sgfi‘aatlé'w; Πρὸς σατράπην μέγιστον, μονήρη βίον
ντηλλαγμένον. _ ι ί ·

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.