PG 96, col. 869

ἐκείνων γὰρ συμπαρόντων σοι, οὐδεὶς ἐμοὶ πρὸς σὲ
λόγος. Ἐκτὸς δὲ λόγου τιμώρει , σφάττε, ποίει ὃ
θέλεις · ἐμοὶ γὰρ 6 κόσμος ἐσταύρωται, κάγὼ τῷ
κόσμῳ, φησὶν 6 θεῖος καὶ ἐμὸς διδάσκαλος (51). Τοῦ
ὲ βασιλέως εἰπόντος, Καὶ τίνες οί ἐχθροὶ οὗτοι, οὒς
ἐκ μέσου ποιῆσαί με προστάσσειςς φησὶν 6 θεῖος
ἀνήρ’ ’0 θυμὸς καὶ ή ἐπιθυμία· ταῦτα γὰρ ἐξ
ἀρχῆς μέν συνεργοὶ τῆς φύσεως ὑπὸ τοῦ δημιουργοῦ
παρήχθησαν, καὶ νῦν ὡσαύτως ἔχουσι τοῖς μὴ κατὰ
σάρκα πολιτευομένοις, ἁλλά κατὰ πνεῦμα (52) ⁶ ἐν
ύμῖν δὲ, οἵτινες τὸ ὅλον ἐστέ σάρκες, μηδὲν ἑχον- ’
τες τοῦ πνεύματος , ἀντίδικοι γεγόνασι, καὶτὰ τῶν
ἐχθρῶν καὶ πολεμίων διαπράττονται. Ἦ γὰρ ἐπι-
θυμία ἐν ὑμῖν, ἐνεργουμένη μὲν, ἡδονὴν (55) ἐγείρει,
ιι καταργουμένη δὲ , θυμόν. Ἀπέστω οὖν ταῦτα
σήμερον ἀπὸ σοῦ, προκαθεζέσθωσαν δὲ είς ἀκρόασιν
τῶν λεγομένων καὶ κρίσιν ή φρόνησις κα)⁸ ἠ δικαιο-
σύνη. Εἰ γὰρ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν ἐκ μέσου
ποιήσεις , ἀντεισάξεις δὲ τὴν φρόνησιν καὶ τὴν δι-
καιοσύνην, φιλαλήθως πάντα λέξω σοι. Πρὸς ταῦτα 6
βασιλεὺς ἔφη ’ Ἰδοὺ, εἴξας σου τῇ ἀξιώσει, ἐκϐαλῶ
τοῦ συνεδρίου τήν τε ἐπιθυμίαν καὶ τὸν θυμὸν,
μεσὰζειν δὲ τὴν φρόνησιν καὶ τὴν δικαιοσύνην
ποιήσω. Λέγε μοι λοιπὸν ἀδεῶς πόθεν σοι ή τοσαύτη
ἐγένετο πλάνη , καὶ τὸ προτιμᾷν τὰ ἐν κεναῖς (54)
ἐλπίσι τῶν ἐν χερσὶ βλεπομένων. Ἀποκριθεὶς δὲ 6 ϐ
ἀρημίτης εἶπεν ο
Et τὴν ἀρχὴν ζητεῖς , ὦ βασιλεῦ, πόθεν μοι γέ-
γονε τῶν προσκαίρων μὲν ὑπεριδεῖν , ὅλον δὲ ἐμαυι
τὸν ταῖς αἰωνίοις ἐπιδοῦναι ἐλπίσιν, ἄκουσον. Ἐν
ἡμέραις ἀρχαίαις, ἔτι κομιδῆ νέος ὑπάρχων, ἥκουσά
τι ῥῆμα ἀγαθὸν καὶ σωτήριον, καί με κατ’ ἄκραςὴ
τούτου δύναμις εἷλε, καὶ, ὥσπερ τις θεῖος σπόρος,
ή τούτου μνήμη , τῇ ἐμῇ φυτευθεῖσα καρδίᾳ, ἀχώ-
ριστος είς ἀεὶ διετηρήθη ὼς καὶ ῥιζωθῆναι , καὶ ἐκ-
ϐλαστῆσαι, καὶ ὃν ὁρᾷς καρπὸν ἐνεγκεῖν ἐν ἐμοί. 'll
δὲ τοῦ ῥήματος δύναμις τοιαύτη τις ἦν· Ἔδοξε,
φησὶ, τοῖς ἀνοήτοις τῶν όντων μὲν καταφρονεῖν ὡς
μὴ ὅντων, τῶν μὴ ὄντων δὲ ὡς ὄντων ἀντέχεσθαι τε
καὶ περιέχεσθαι ' 6 μὴ γευσάμενος οὖν τῆς τῶν δν-
των γλυκύτητος, ού δυνήσεται 12 τῶν μὴ ὄντων
καταμαθεῖν τὴν φύσιν· μὴ καταμαθὼν δὲ, πῶς
αὐτῶν ύπερόψεταις Ὄντα μὲν οὖν ἐκάλεσεν 6 λόγος
τὰ αἰώνια καὶ μὴ σαλευόμενα, μὴ ὄντα δὲ τὸν ἐν·
ταῦοα βίον καὶ τὴν τρυφὴν καὶ τὴν ψευδομένην εὑ-
ημερίαν ο οἷς, ὧ βασιλεῦ , κακῶς φεῦ l ἡ σὴ προσ-
ήλωται καρδία. Κάγὼ δέ ποτε τούτων ἀντειχόμηνο
(5!) Epist. a_i| Gal. vnn”.
(52) Paulus Epist. ad Romanus viti, 4.
('55) Β, ἐπιθυμίαν. Locus non iiitidus. Tr‘apeznntinS : ι Nam concupiscentia i'n vobis operatur quidem
voluptatem et inritat; ira verotlestruit. ι Quae Latina vertere Billins satis habuit. Est in Α aScriptuin
sclto'linin, sed, quod doleo, mutilum.
(34) Β, καιναῖς, et sic alibi,__pjert_nutatione solita.
ιυιίεῖηαέῑυιίι (Ξοίιέειγιις vir eruditissimus variantcm

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.