PG 97, col. 1148

με τειληχὼς είς δέον παιδείας τῆς ἔξωθεν, καὶ λόγου
δύναμιν ἀποτετελεσμένην ἔχων. καὶ φράζειν είς
κάλλος εἰδὼς, καὶ νοεῖν προχειρότατα. Ὡς δὲ πεῖραν
ῑιδοῦς καὶ λαμϐάνων, πολὺς ἦν όμοῦ θαυμάσιος καὶ _
παρᾶ πᾶσιν eadem”; , τί ποιεί, καὶ τί τεχνάζεταις
Πρόσεισι τῷ ἑαυτοῦ πφσγενεί, καὶ χρηστοῖς ἐπι-
κάμψας λόγοις, πείθει τὴν ἐπὶ Ἱεροσόλυμα πράως
αὖτῴ ἀνεῖναι πορείαν , πρὸς ἀγερμὸν ὡσανεὶ σοφίας
τῆς μείζονος παρὰ τῶν προεχόντων τῆς Ἰουδαίων
Γραφῆς, συλλεγομένης αὑτῷ ὲκ φιλοπόνου μαθήσεως.
Τί οὖν ὁ γεννάδας οὗτος, καὶ⁵ τῆς ἀληθοῦς γνώσεως
ἐραστής; Τὰχιστα τὴν Ἰουδαίαν κατειληφὼς, ὅτε
σχεδὸν ἀρχὴν εἶχε τοῦ Εὐαγγελίου τὸ κήρυγμα ⁸ τά-
ληθὲς δὲ εἰπεῖν, ὅτε μικρῷ πρόσθεν ἡ τοῦ θείου
Πνεύματος χάρις γλώσσαις πυρὸς ἑπιμορφωθείσα,
τοῖς Χριστοῦ μαθηταῖς ὲπεκάθισε, καθ’ ἦν καὶ γλώσ-
σαις ἐλάλουν ξέναις, ἀλλ’ οῦ πατρίοις τοῖς ἔθνεσιν,
ὡς πᾶσαν ὁμοῦ συγχυθεῖσαν τὴν πόλιν πλησθῆναι
θάμῦους τῷ καινῷ τοῦ θεάματος, καὶ τῷ ξένῳ τοῦ
θαύματος. Τηνικαῦτα δὴ, καὶ κατ’ αὐτὴν, ὡς εἰπεῖν,
τὴν ὤραν, ἐπιστὰς τῷ πλήθει τῶν συνειλεγμένων
ἑαυτὸν ἐνείρας ό μέγας οὗτος καὶ τοῦ Θεοῦ ἄνθρωπος
Τούτων εἷς καὶ πρῶτος τῶν τότε πεπιστευκότων
γίνεται, τῷ ἁγίῳ μαθητευθεὶς Πνεῦματι, καὶ τὴν
,ἀπαρχὴν τοῦ θείου κηρύγματος, ἀπαρχὴν ἑαυτὸν
ποιησάμενος τῶν οίκειωθέντων Χριστοῦ τῷ βαπτί-
σματι. Καὶ δὴ μὲν αὐτίκα τοῖς Χριστοῦ συγγινόμενος,
καὶ τῷ καιρίῳ τοῦ μυστηρίου κλόγῳ τυποῦμενος,
μαθητὴς γίνεται καὶ αὐτὸς, οὐχ ἦττον τὴν ἀξίαν , ἢ
τὸν ζῆλον ὁμότιμος, Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ό
Παῦλος τῆς Ἐκκλησίας ό μέγας ὲπέστη διδάσκαλος,
Παῦλος ἐκεῖνος. ό κύκλῳ πᾶσαν ἀπὸ Ἰερουσαλὴμ
καὶ μέχρι τοῦ Ἰλλυρικοῦ τὴν οἰκουμένην ὃλην
διαδραμὼν τῷ κηρύγματι. Ὃς τότε μή πω τῷ φωτὶ
· πλησιάσας , τὴν ἐπὶ Δαμασκὸν πορείαν ποιούμενος,
ὲν μεσημϐρίᾳ μέσῃ τῷ οὐρανίῳ φωτὶ καταστράπτε-
ται, καὶ φωνῆς ἄνωθεν ἀκούει περιηχούσης αὐτοῦ τὰ
ὦτα, καὶ τῆς Ἰησοῦ θεοφανείας ἄξιος γίνεται, καὶ
πρὸ τοῦ βαπτίσματος, τὰ τοῦ βαπτίσματος μυεῖται
μυστήρια, καὶ τῆς ἀποστολικῆς ἀξίας πρὸ τῆς
υἱοθεσίας τὴν χάριν καὶ τῆς χειροθεσίας ὑφίσταται,
καὶ σκεῦος ἐκλογῆς ἀναδείκνυται, καὶ βαστάζειν τὸ
COMBEFISII ΝΟΤ ίΕ.
luit. Vel etiam ac melius , manuum illa impositis
intelligatur, in sacramento ordinis, quod de lege
solis clericis, graduqueiin cleroiau’ctioribus, _et
Sacra ordinatione in plebium velut Patres provectis,
nimirum presbyteris horumque majoribus, vixque
nisi οἰκονομίᾳ, ὀιὶαιιι diaconibus congruat aposto-
licum praedicationis munus.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.