PG 97, col. 1149

ιδὼν ὁ θεσπέσιος Τίτος, καὶ τὴν περιχυθεῖσαν αὑτῷ
τῆς θείας χάριτος θεολαμπίαν κατανοήσας, ὅλος
γίνεται τοῦ καλέσαντος, καὶ ὡς ἄν περ δι’ αὑτὸν
ἐπιστάντι ⁸³ τῷ κήρυκι. Αὐτίκα μάλιστα τῶν ἐν
ποσὶν ἁπάντων ἀφέμενος, καὶ πᾶσι χαίρειν εἰπὼν
τοῖς, ὅσα κλέπτει τὴν αἴσθησιν, πρόσεισιν αὑτῷ μετὰ
πολλοῦ τοῦ συστήματος.
Καὶ γίνεται μὲν τὰ πρῶτα τῶν συνήθων καὶ⁴ γνω-
ρίμων εἷς, μετ’ οὑ πολὺ δὲ σύσσιτος καὶ⁵ ὁμόσκηνος.
Ὠς δὲ τοῖς πρόσω χωρῶν ό θαυμάσιος ἐπεγνώσθη τῷ
προγωσθέντι Θεῷ, καὶ τοῖς ὑπὲρ λίαν ἀποστόλοις
πὲιρίσωθέντι, τῷ ακραήιιρνεῖήτῆς saginas... τὶ
γίνεταις συνόμιλος αὑτῷ λοιπὸν καὶ συνέκδημος ὲν
τῷ τοῦ Εὑαγγελίου κηρύγματι. Τὰ δὲ ἑξῆς ὀκνεῖ μὲν
εἰπεῖν ό λόγος, ἅτε τὴν ἡμετέραν διαφεύγοντα γνῶς-
σιν, καὶ κρείττονα τάχα τῆς πολλῶν ὑπολήψεως
ὄντα. Ἐφ’ ὃ. δὲ δεῖ τὸν λόγον μετοχετεῦσαι, ἐπ’ αὑτὰ
δὴ καὶ τρέψομαι. Εἶχε μὲν οὖν αὑτὸν οὕτως ἡ τοῦ
Παύλου φροντὶς, πανταχόσε συμπεριαγόμενον καὶ
φερόμενον, καὶ ⁸³⁸ τὸ θήραμα ὡς λίαν ἐπίχαρι καὶ
πλούτου μεστόν. ὐ δὲ ἦν εὐθὺς ὲκ πρώτης αὑτῷ
βλαστης, πάνθ’ ὅσα κατακοσμεῖν οἶδε τὸν ἀρετῇ
βιοῦντα καὶ κατὰ Θεὸν ἀναγόμενονο ἐπιεικὴς, εὑ-
πειθὴς, εὐπρόσιτος, ὑπήκοος, πρὸς ἀποστολὴν εὑ-
σταλὴς, πρὸς διακονίαν εὔχρηστος, πρὸς καταλλαγὰς
εὐδαίμων, ἀλείπτης τῶν κοπιώντων, τῶν ὑπὲρ
Χριστοῦ πονούντων ὑπερασπιστὴς, καὶ πρὸς anew
των καλῶν ὀξύρροπον τὴν μετάκλησιν ἔχων. Τί μοι
τὰ πόρρω λέγειν, παρὸν τὰς Παύλου φωνὰς εἰς
μέσον ἀγαγόντα, ἐν αὑταῖς τοῦτον ὑμῖν ὲκτυπώτερον
διαδείξαι νῦν, ὡς ἐν πίνακι τῷ γράμματι στηλογρα-
φούμενονς ’⁵ος Κορινθίοις ἐπιστέλλων ποτὲ, καὶ τὴν
εἰς τὸ κήρυγμα δεδομένην αὐτῷ χάριν ἐκδιηγούμε-
νος, αὐτοϋ που τοῦ λόγου γενόμενος, τὸν ἱερὸν δὴ
τοῦτον ὑποσεμνύνει-Τίτον ὲν τούτοις δήπου τοῖς
ῥήμασι· ι Θύρας μοι, φησὶν, ἀνεῳγμένης ὲν Κυρίῳ
εἰς τὸ Εὑαγγέλιον τοῦ Χριστοῦ οὑκ ἔσχηκα ἄνεσιν
τῷ πνεύματί μου, τοῦ μὴ εὑρεῖν με Τίτον τὸν ἁδελ-
φόν μου. ι
Ὁρᾷς ὅση καὶ τίς ὑπῆρχεν ή ὲκ βάθρων αὑτῷ τῆς
πίστεως περιχυθεῖσα χάρις τοῦ Πνεύματος , ὼς καὶ
ἀδελφὸν ἐπικληθῆναι Παύλου, καὶ ψυχαγωγὸν καὶ
'll Cor. ιι, 12.
VARI/IS LECTIONES.
⁸³ Lege ἐπιστάντος.
⁸³⁹ Leg. ὡς.
('35) Quique velut_ ἱρήια-σακία qstitisset prtum
dicatori. Ahfempe, Paulo. Iudicat Pauli conver-
sionem fuisse ‘Tito occasionem perfectae con-
versionis, et arripiendiflstatns sublimioris, quo
expeditior fieret sacro illi ministerio, _ad quod
Paulus peculiarissime vocatusgesset, ta’ndenique
in pejus 'soeium promoveret. _ Accepit velut sibi
ipsi vocatum, ac ducem praefectum, sub quo, et

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.