PG 97, col. 1153

τοῦ τὸν ἐχθρὸν φενακίσαντος. Καὶ γὰρ ἐκεῖνον δελεά⁴
σας τῷ τῆς σαρκὸς προκαλύμματι, θεότητος ἀγκί-
στρῳ ἢ καὶ ⁸⁸ προϐλήματι. Τὸ δέ πανοῦργος, ἀντὶ
τοῦ, σοφὸς, ἐκλαμϐάνομεν. ι Ἔστω οὖν, φησὶ, ἐγὼ
ού κατεϐάρησα ὑμᾶς· ἀλλ’ ὑπάρχων πανοῦργος.
δόλῳ ὑμᾶς ἔλαϐον. Μή τινα ὃν ἀπέστειλα πρὸς ὑμᾶς
ἐπλεονέκτησεν (apag; Παρεκὰλεσα Τίτον, καὶ συναπ-
έστειλα τὸν ἀδελφόν. Μή τι ἐπλεονέκτησεν ὑμᾶς Τίτος;
Ὀὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; Οὐ τοῖς αὑ-
τοῖς ῖχνεσινς ι Εὖγε τῆς ἀληθείαςι Ὑπέρευγε τοῦ
Πνεύματος. οὕτω συναρμόσαντος ἄμφω τοὺς Χριστο-
κήρυκας l Ἤδη μὲν οὖν εὖ μάλα αὐτὸς ἡ δόξα Τίτου
Παῦλος, τὸν ἔπαινον προλαϐὼν ἁπηκρίϐωσε, τοῖς
ἑαυτοῦ τὰ ἐκείνου συγκρίνας, ἀριστά τε τοῦτον ἐξει-
κονίσας εὐχρωματὶστως διεζωγράφησεν.
An’, ὦ μακάριε Πάτερ , τδ μέγα Κρήτης καύ·
χημα καὶ καλλώπισμα, καὶτῆς σκηνῆς τῆς ἀληθι-
νῆς, καὶ τῆς ἀνω μυστολατρείας, καὶ τῶν θείων
ύφηγητὰ, δέχου πρὸς ἡμῶν οἷόνλτι ’Σειρήνειον μέλος
τὸν ἐφύμνιον λόγον, καὶ τραυλίζειν ἐθέλοντι, φιλόο
στοργος ὢν, ἣδιστα παράϐαλε σὺν οὖς ἐμοῖς λόγοις.
Φίλα γὰρ πατράσι τὰ τῶν τέκνων ψελλίσματα, ὅταν
ἐξ ἀτέχνου γνώμης ἄπλαστον λόγον προΐενται. Λόγος
δέ ποῖος ἂν καὶ¹ δοθείη τῷ μηδὲν εὔχρηστον ἔχοντι
πρὸς ὑποδοχὴν τοῦ συντετμημένον καὶ συνεκτικωτά-
του λόγου, πλὴν τοῦ εἰς δύναμιν ἥκοντος τῆς ἐν ἡμῖν
ἀσθενείας,; Σὲ δέ τίς ἂν καὶ κατ’ ἀξίαν ἐπαινέσειε
λόγος, ἄνωθεν παρὰ Κυρίου λαϐόντα τὸν ἐπαινον;
Ὠς ὅταν ύποφωνοῧντος αὐτοῦ διαπρυσίως ἀκούωμεν,
πῆ μέν ο ι Ὑμεῖς ἐστε τὸ ἃλς τῆς γῆς. › -ι Ὑμεῖς
ἐστε τὸ φῶς τοῦ κόσμου. ι - ι Ὑμῖν δέδοται γνῶ-
ναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ· ι πῆ δέ ·
ι ’Υμῶν δὲ μακάριοι οί ὀφθαλμοὶ ὅτι βλέπουσι, καὶ
τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσι. Λέγω γάρ ὑμῖν, ὄτι πολ-
λοὶ προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν ἰδεῖν ἃ βλέ-
πετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ ούκ
ᾐκουσαν. ι Τίνα οὗν ἡμεῖς σοι τὸν στέφανον πλέξα-
μενς Τίνων δέ λόγων τά ἄνθη συλλέξαντες, τῇ πανιέ-
ρῳ σου κορυφῇ περιθήσομεν ; Τίς οὕτως ἠλίθιος, ὡς
τοὺς ἐαυτοῦ τῶν δεσποτικῶν ἀντεπεξάγειν πειρᾶσθαι
λόγους ὧν καὶ μία μόνον ἀρκέσει φωνὴ, συμπληο
ρῶσαί σου κατ’ ἀξίαν τὸν ἔπαινον. Τίς αὕτη καὶ ποία;
ἢ μικρῷ πρόσθεν ὑμᾶς φῶς τοῦ κόσμου καλέσασα,
ὡς τῷ πρέιτῳ μαθητευθέντας φωτί. Οὕτω γὰρ ὑπο-
ληπτέον τοὶις τῷ Εὐαγγελίῳ, δίκην ἡλιακοῦ ἅρματος,
ἀνά τὴν κτίσιν περινοστήσαντας. Ὑμεῖς ἐστε τὺ ἃλς
τῆς Ἐκκλησίας, δι’ οὗ τά πικρά καὶ ἁλμυρά τῆς
ἀπιστίας κατεγλυκάνθησαν ὕδατα· τῷ γονίμῳ rip
ἀτεκνίαν, καὶ τῷ ποτίμῳ τὸ ἀπότιμον διακρούσαντες.
Ὑμεῖς ἐστε ὴ ἐπ’ ὅρους κειμένη τῶν ἐκκλησιαστικῶκ
³11 Cor. xu, 16. ιι ibid. 16-18. δ Matth. ν,
VARI/E LECTlONES.
. ““Adde εἷλε, vel quid simile.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.